13
πνέω, ἀήρ· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ανεμον. η παρὰ τὸ ερω, τὸ κουφίζω, ἀήρ· κουφίζονται γὰρ ἐν αὐτῷ καὶ αιρονται τινὰ ζῶα. ̓Αήσυλοσ. ἡμαρτημένος. ἀπὸ τοῦ αω μέλλοντος, τοῦ δηλοῦντος τὸ βλάπτω, γίνεται ονομα alpha.57 ῥηματικὸν ἀήσυλος· κατὰ πλεονασμὸν τοῦ ˉη. η ἀπὸ τοῦ ηδω, ησω, ησυλα. καὶ ἀήσυλα· τὰ μὴ τέρποντα, η αδικα καὶ ἁμαρτωλά. ̓Αήθησ. ὁ ἀσυνήθης. συντάττεται δὲ ἐπὶ δοτικῆς καὶ γενικῆς, οιον ἀήθης εἰμὶ τούτῳ τῷ πράγματι. καὶ γὰρ ἀήθης τοῦ κατακούειν τινός. ̓Αηνόβαρβοσ. χαλκοπώγων. Αητοσ. ἀκόρεστος. ̓Αήσσητοσ. ὁ ἀήττητος, ὁ ἀνίκητος. ̓Αήτησ. ὁ ανεμος. ἀπὸ τοῦ αω τὸ πνέω. ἀΐτης δὲ ὁ ὁρμητικὸς, ˉι. ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. ἀείτης δὲ, ὁ φίλος, δίφθογγος. ̓Αηδών. ἀπὸ τοῦ ἀείδω. ἀειδὼν, καὶ τροπῇ αἰολικῇ τῆς ˉεˉι διφθόγγου εἰς ˉη, η μόνου τοῦ ˉε εἰς ˉη ἀηδών. (Οὐδέτερον.) ̓Αήσυρον. τὸ ἐλαφρὸν, ἀπὸ τοῦ αω, τὸ πνέω. ̓Αήσυλον. αδικον, ἁμαρτωλὸν, μὴ τέρπον. ̓Αητόν. τὸ πολὺ καταπνεόμενον. Αημα. τὸ πνοὴν φέρον. Αηκεσ. τὸ μὴ ἠκονημένον ξίφος. ̓Αηνέσ. τὸ ἀΐδιον, τὸ λαμπρόν. ̓Αηδέσ. ἀνεύφραντον. ( ̔Ρῆμα.) ̓Αήμενοσ. ὁ ὑπὸ ἀνέμων καταπνεόμενος. ἀήμεναι, πνεῦσαι. alpha.58 ̓Αηθέσσουσιν. ἀσυνήθεις εἰσίν. ̓Αήδιζον. ἀηδῶς ειχον. ἰστέον, οτι τὰ ἀπὸ φωνήεντος ἀρχόμενα ῥήματα χρονικῶς αυξονται ἐν τῷ παρατατικῷ, οιον· αγω, ηγον· αιρω, ηρον· αἰτῶ, ητουν. δεῖ προσθεῖναι ἐκτὸς τῶν ἰωνικῶν καὶ ποιητικῶν· ουτοι γὰρ συναρχομένους πολλάκις τοὺς παρακειμένους τοῖς ἰδίοις ἐνεστῶσι, οιον αγω, αγεν· -αγε δέ ἑ μοῖρα βαρεῖα. καί· αψατο δ' ἡμιόνου- καὶ χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων, οιον ἀναγινώσκω, ἀνεγίνωσκον, ἀνέρχομαι, ἀνηρχόμην. ἐπὶ τούτων γὰρ ἡ ἀρχὴ ἐνεστῶτος ἐφυλάχθη ἐν τῷ παρατατικῷ. Τὸ Α μετὰ τοῦ Θ. ( ̓Αρσενικόν.) ̓Αθύρασ. ἐπίνειον παρὰ τὸ Βυζάντιον. ἡ κλῆσις ἰσοσυλλάβως. ̓Αθυραῖος, ὡς ̔Ρήβας, ̔Ρη βαῖος. ̓Αθῶοσ. ἀναίτιος, ἀζήμιος. ἀπὸ τοῦ θῶ, τοῦ σημαίνοντος τὸ καταβάλλω, γίνεται θωὴ, ο ἐστι ζημία. ὁ γὰρ ζημιούμενος καταβάλλεται τί. Αθωσ. ἀκρωτήριον η ορος Θρᾴκης. Αθως σκιάζει νῶτα Λημνίας βοός. βοῦς γὰρ ιδρυται ἐν τῇ alpha.59 Λήμνῳ. ειρηται δὲ Αθως ἀπὸ Αθου γίγαντος. τὸ τοπικὸν, Αθωος χωρὶς τοῦ ˉι, καὶ ̓Αθώους τοὺς ἐνοικοῦντας. τὸ θηλυκὸν ̓Αθωὶς ειρηται καὶ ̓Αθῶος, ὡς Κῶς Κῶος, καὶ κατὰ συναίρεσιν Αθους. εστι καὶ ̓Αθῶος πόλις ἐπὶ τῷ Αθῳ. ὁ πολίτης ̓Αθωίτης. Αθρουσ. εἰς απαν συνηγμένους ὁμοῦ, η ἀθρόους. τοιαῦτα μὲν ἐποίκιλλεν αθρους δεδισσόμενος. ̓Αθαμβήσ. ὁ αφοβος. Αθεσμοσ. ὁ ανομος. ̓Αθέμηνοσ. ὁ κακός. ̓Αθίγγανοσ. ὁ αἱρετικός. ̓Αθέρεσ. ειδος σπέρματος. ̓Αθέριστοσ. ὁ ἀφρόντιστος. Αθλιοσ. ὁ ἐν ἀγωνίᾳ καὶ θρήνῳ ων καὶ μηδόλως ανεσιν εχων. ̓Αθλοθετῆρα. ἀγωνοθέτην. Αθλοσ. τὸ ἀγώνισμα καὶ ὁ πόνος· παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλὸς καὶ ατλος, καὶ τροπῇ τοῦ ˉτ εἰς ˉθ αθλος. γράφεται καὶ αεθλος. ὡς τό, ουτος μὲν δὴ αεθλος αατος- καὶ ἐπὶ οὐδετέρου, αεθλον, τὸ διδόμενον ἐπὶ τοῦ ἀγῶνος· -νηῶν δ' εφερ' αεθλα- ἀπὸ τοῦ ἐθέλω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ ˉα ἀέθελον, τὸ πάνυ θέλον, καὶ συγκοπῇ αεθλον καὶ κράσει τοῦ ˉα ˉε, αθλον. τὸ αθλον γὰρ λέγουσι, οὐχὶ τὸ επαθλον. alpha.60 Αθρακτοσ. ἀτάραχος. ̓Αθυρονόμοι. ὡς ετυχε τοῖς νόμοις χρώμενοι. (Θηλυκόν.) Αθρυπτοσ. ἀνδρώδης, μὴ βλακεύουσα μήτε μαλακιζομένη, μήτε χαυνουμένη. ∆αμάσκιος· τήνδε τρυφὴν ἐκληρώσατο μετρίαν τινὰ καὶ αθρυπτον. † ̓Αθηνᾶ. ὁ ἀὴρ καὶ ἡ φρόνησις.† ̓Αθανασία. αἰώνιος καὶ ἀΐδιος ζωή. ̓Αθλιότησ. ἡ ἐν τοῖς λυπηροῖς καὶ ἀβουλήτοις πάθεσι ταλαιπωρία. ̓Αθρήνη. ειδος μελίσσης. ̓Αθυρογλωττία. ἡ φλυαρία. ̓Αθεσία. ἡ παράβασις. ̓Αθήναζε. εἰς ̓Αθήνας. ̓Αθήνηθεν. ἐξ ̓Αθηνῶν. ̓Αθάρα. αλευρον ἑψημένον. λέγει δὲ τὴν γρούτην, ὡς οιμαι. ̓Αθλοθεσία. ἡ ἀνταπόδοσις. ̓Αθρυβίσ. πόλις Αἰγύπτου. ̓Αθυμία. ἡ τῶν καταθυμίων ἀβούλητος στέρησις. ̓Αθέτησισ. αμειψις, ἐκβολή. ουτως ὁ ̓Απόστολος· ἀθέτησις γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. ̓Αθωνίσ. πόλις. καὶ ̓Αθωΐς. (Οὐδέτερον.) ̓Αθηρήλοιγον καὶ ἀθερόλογον. τὸ λικμητήριον, τὸ διαλέγον καὶ διαχωρίζον τοὺς ἀθέρας ητοι alpha.61 τὰ αχυρα. γίνεται κατὰ πλεονασμὸν τοῦ ι