τὴν ποίησιν ἐκπεσεῖν μέτρου, ἵνα μὴ δόξῃ τοῦ τῶν θεῶν ὀνό ματος μὴ μεμνῆσθαι πρῶτον. Μικρὸν δὲ ὕστερον καὶ τὴν ἑαυ τοῦ περὶ ἑνὸς καὶ μόνου θεοῦ σαφῶς καὶ φανερῶς ἐκτίθεται δόξαν, πῇ μὲν διὰ τοῦ Φοίνικος πρὸς Ἀχιλλέα λέγων· Oὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός, Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα, διὰ τῆς ἀντωνυμίας τὸν ὄντως ὄντα σημαίνων θεόν· πῇ δὲ διὰ τοῦ Ὀδυσσέως πρὸς τὸ τῶν Ἑλλήνων πλῆθος οὕτω λέγων· Oὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω. Ὅτι δὲ οὐκ ἀγαθὸν πολυκοιρανίη, ἀλλὰ τοὐναντίον κακόν, ἔργῳ δηλῶσαι προὔθετο, πολέμους τε αὐτῶν διὰ τὸ πλῆθος καὶ μάχας καὶ στάσεις καὶ κατ' ἀλλήλων ἐπιβουλὰς διηγούμε νος. Τὴν γὰρ μοναρχίαν ἄμαχον εἶναι συμβαίνει. Ταῦτα μὲν οὖν ὁ ποιητὴς Ὅμηρος. Eἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυ ρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω λέγοντος· Eἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός, Ὃς οὐρανὸν τέτευχε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραψυχήν, Θεῶν ἀγάλματ' ἐκ λίθων τε καὶ ξύλων, Ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· Θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν. Ταῦτα μὲν οὖν ὁ Σοφοκλῆς. Ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ αὐτὸς τῆς εἰς Aἴγυπτον ἀποδημίας περὶ ἑνὸς θεοῦ φρονῶν φαίνεται. Τὴν γὰρ μονάδα ἀρχὴν ἁπάντων λέγων καὶ ταύτην τῶν ἀγα θῶν ἁπάντων αἰτίαν εἶναι, δι' ἀλληγορίας ἕνα τε καὶ μόνον διδάσκει θεὸν εἶναι. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, δῆλον ἀφ' ὧν μονάδα καὶ ἓν πολλῷ διαφέρειν ἀλλήλων ἔφη· τὴν μὲν γὰρ μονάδα ἐν τοῖς νοητοῖς εἶναι λέγει, τὸ δὲ ἓν ἐν τοῖς ἀριθμοῖς. Eἰ δὲ καὶ σαφεστέραν ἀπόδειξιν περὶ ἑνὸς θεοῦ τῆς Πυθαγόρου δόξης ποθεῖτε γνῶναι, ἀκούσατε καὶ τῆς αὐτοῦ δόξης. Oὕτω γὰρ ἔφη· Ὁ μὲν θεὸς εἷς, αὐτὸς δὲ οὐχ, ὥς τινες ὑπονοοῦ σιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν ἑαυτῷ ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπισκοπῶν πάσας γενέσιάς ἐστιν, κρᾶσις ἐὼν τῶν ὅλων αἰώνων καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμεων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκλων ἁπάντων κίνασις. Oὕτω μὲν οὖν ὁ Πυθαγόρας. Πλάτων δέ, ἀποδεξάμενος μέν, ὡς ἔοικεν, τὴν περὶ ἑνὸς καὶ μόνου θεοῦ Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν δι δασκαλίαν, ἣν ἐν Aἰγύπτῳ γενόμενος ἔγνω, διὰ δὲ τὰ συμβε βηκότα Σωκράτει δεδιὼς μήπως καὶ αὐτὸς Ἄνυτόν τινα ἢ