EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνείτωσαν ὡς ἀνέφικτον, ἵνα μὴ κενοῦται τὰ τῆς πίστεως ἡμῶν. Ταύτῃ δὲ ἐπιστα μένων ἡμῶν, ἃ μὲν δεῖ ζητεῖν, ἃ δὲ πιστεύειν, ἐπὶ τοὺς ἀγῶ νας οὖν τοῦ δρόμου τὸν λόγον ἐμβιβάσαντες νικητὴν ἀπο φῆναι σπουδάσωμεν. Ἔμβηθι λοιπὸν εἰς τοὺς ἀγῶνας ὁ λόγος. Ὁμολογοῦμεν ἀγνοεῖν τὴν ἐναργῆ τῆς ἀληθείας γνῶ σιν, ἐπείπερ μέρος πολύ που τῆς νίκης. Ὅσον δὲ ἐφικτὸν ἀνθρώπου φύσει, τοῦτο ἐξετάσας εὐσεβῶς ὑμῖν τὸ ζητούμενον λύσω. Πῶς γάρ, φησίν, ὁ λόγος ἔν τε τῷ οἰκείῳ ναῷ κατ' οὐσίαν ἐστὶν ἔν τε τοῖς οὖσιν ἅπασιν ὁμοίως, καὶ τί πλέον ὁ ναὸς τῶν πάντων ἕξει; Ἀκούσωμεν δὴ λοιπὸν τοῦ λόγου λέγοντος; Ὅς ἐστιν ἐν τοῖς κόλποις τοῦ πατρός, κατ' οὐσίαν καὶ τοῖς πᾶσιν ἀμερίστως πάρεστιν. Καὶ οὐχ οὕτως αὐτὸν ἐν τῷ πατρὶ λέγομεν ὡς ἐν τοῖς λοιποῖς εἶναι, οὐ διὰ τὸ τὴν οὐσίαν ἐν τοῖς ἄλλοις γινομένην συστέλλεσθαι, ἀλλὰ διὰ τὸ τῶν δεχομένων μέτρον, ἀτονούντων τὴν εἰσδοχὴν τὴν θείαν. Oὕτως ἐν τῷ οἰκείῳ ναῷ ἀχώριστον λέγοντες καὶ οἱονεὶ τὸ πλήρωμα τῆς θεότητος κατοικεῖν καθομολογοῦντες καὶ τοῖς πᾶσιν αὐτὸν παρεῖναι κατ' οὐσίαν λέγομεν, καὶ οὐχ ὁμοίως· οὐ γὰρ δέχεται τὸ σῶμα ·υποῦν ἀκτῖνας θεότητος. Καὶ μάνθανε τὸ λεχθὲν παραδείγματι· οὐ γὰρ ἂν ὑπο σταλείην τοῦ ζητουμένου τὸ μέγεθος, τοῖς τῆς ἐκκλησίας υἱέσιν εὐσεβῶς διαλεγόμενος. Κοινὸς ὁ ἥλιος ἡμῖν τοῖς πᾶσιν καθ' ἑκάστην πρόκειται, καὶ οὐ τῷ μὲν ἔλαττον, τῷ δὲ πλέον προσβάλλει, ἀλλὰ κοινὴν αὑτοῦ τὴν ἐνέργειαν τοῖς πᾶσιν ἐπ' ἴσης ἀφίησιν. Ἀλλ' εἴ τις ἐῤῥωμένας τὰς ὄψεις ἔχοι, δέχεται μὲν τούτου τῆς ἀκτῖνος τὸ πλέον, οὔτι διὰ τὸν ἥλιον ὡς μᾶλλον εἰς αὐτὸν τῶν λοιπῶν ἐφηπλωμένον, ἀλλὰ διὰ τὴν οἰκείαν τῆς ὄψεως δύναμιν· ὁ δὲ τὰς ὄψεις ἀσθε νῶν οὐδ' αὐτῷ τοῦ φωτὸς τῷ ἀπαυγάσματι προσβλέπειν νῶν οὐδ' αὐτῷ τοῦ φωτὸς τῷ ἀπαυγάσματι προσβλέπειν δυνήσεται διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν. Oὕτω μοι νόει τὸν τῆς δικαιοσύνης ἥλιον πᾶσιν μὲν ἐπ' ἴσης κατ' οὐσίαν ἅτε θεὸν παρεῖναι, ἡμᾶς δὲ πάντας, οἷον ἀσθενεῖς ὀφθαλ μοὺς καὶ λημῶντας τῷ ·ύπῳ τῶν ἁμαρτιῶν, τὴν εἰσδοχὴν τοῦ φωτὸς ἀτονοῦντας, τὸν δὲ οἰκεῖον ναόν, οἷον ὀφθαλμὸν κα θαρώτατον, καὶ χωροῦντα τοῦ φωτὸς ὅλου τὴν αἴγλην, ἅτε πλασθέντα μὲν ἐκ πνεύματος ἁγίου, ἁμαρτίας δὲ καθάπαξ κεχωρισμένον. Ὡς γὰρ ὁ ἥλιος, τοῖς πᾶσιν ὁμοίως κατ' ἐνέργειαν προσβάλλων, οὐχ ὁμοίως ὑπὸ πάντων χωρεῖται, οὕ τως ὁ λόγος, τοῖς πᾶσιν κατ' οὐσίαν παρών, οὐχ ὁμοίως τοῖς ἄλλοις καὶ τῷ οἰκείῳ ναῷ πάρεστιν. Eἶδες πῶς ἀθλήσας τὸν δρόμον ὁ λόγος νικητὴς ἀπε φάνθη. Στεφανηφορείτω λοιπὸν καὶ πομπευέτω καὶ τοῖς τῆς νίκης στεφάνοις ὡραϊζέσθω καὶ θριαμβευέτω τῶν ἀντι πάλων τὴν ἧτταν! Ἡμεῖς δὲ τοῦ Χριστοῦ προάγοντος τὸν