ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ

 δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς

 δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον

 Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων

 γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν Ἀλλ' εἰ τοῦτο οὕτως

 δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν

 δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα

 καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γί

 θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐ

 λήλων Oὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ το

 ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον

 οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐ

 ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν

 ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποι

 βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις Eἰ ἄναρχος καὶ ἀΐδ

 οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτ

 αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορ

 δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖ

 τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς π

 πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσ

 εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀ

 γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐ

 δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτω

 ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν

 φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλ

 Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ

 καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρ

 

ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν καὶ ἀγένητον; Ἔτι δὲ εἰ, καθὰ εἶπεν ἐν τῇ τρίτῃ ἀποκρίσει, ἀγένητος ὢν ὁ θεὸς ἀγε νήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, ἀλλ' ἐπειδὴ πᾶν συνυφιστάμενον τῇ τοῦ ᾧ συνυφίσταται σωτηρίᾳ σώζεται, μὴ χρῇζον ἑτέρας φρουρᾶς πλὴν τῆς ἐκείνου σωτη ρίας (σωζομένου γὰρ ἐκείνου σέσωσται καὶ αὐτό), διὰ τοῦτο, εἰ χρεία ἐστὶ φρουρᾶς πρὸς σωτηρίαν, ἐκεῖνο χρῄζει φρουρᾶς οὗ ὑφισταμένου συνυφίσταται τὰ συνυφιστάμενα, οὐχὶ τὰ συν υφιστάμενα. Ἀλλ' εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἄρα ὁ κόσμος χρῄζει φρουρᾶς ὁ συνυφιστάμενος τῷ θεῷ, ἀλλ' αὐτὸς ὁ θεὸς ᾧ συνυφίσταται ὁ κόσμος. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ τὸν κόσμον λέγειν συνυφιστάμενον τῷ θεῷ. Χρὴ οὖν λέγειν βουλήσει τοῦ θεοῦ ὑφίστασθαι τὸν κόσμον, καὶ βουλήσει τοῦ θεοῦ διαμένει ὁ αὐτός, εἰ καὶ μὴ ἀεί. Ὡσαύτως τὰ τῇ ὑποστάσει τινὸς συνυφιστάμενα τῇ ἐκείνου διαμονῇ διαμένει, οὐχὶ ἑαυτῶν· οἷον τῇ συνθέσει τῶν γραμμῶν συνυφίστανται αἱ γωνίαι, καὶ μενούσης τῆς συνθέσεως μένουσι καὶ αἱ γω νίαι, καὶ ἀναιρουμένης τῆς συνθέσεως ἀναιροῦνται καὶ αἱ γω νίαι· καὶ εἰ χρεία ἐστὶ τοῦ διαμένειν τὰς γωνίας, ἀνάγκη δοῦναι φρουρὰν τῇ συνθέσει τῶν γραμμῶν, οὐχὶ ταῖς γω νίαις καθ' ἑαυτάς, ἀλλὰ κατὰ συμβεβηκὸς μὲν ταῖς γωνίαις, καθ' ἑαυτὸ δὲ τῇ συνθέσει τῶν γραμμῶν. Κατὰ ταῦτα χρὴ νοεῖν τὸν κόσμον, εἰ ἀγενήτως συνυφίσταται τῷ θεῷ, καθά φησιν ὁ ἀποκρινάμενος. Τρίτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ τῷ εἶναι καὶ οὐ τῷ βούλεσθαι ποιεῖ ὁ θεός, οἷον θερ μαίνει τὸ πῦρ τῷ εἶναι, πῶς αὐτὸς μὲν ἕν ἐστί τε καὶ ἁπλοῦν καὶ μονοειδές, διαφόρων δὲ οὐσιῶν ἐστι ποιητής; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Oὐκ οἰητέον, ὥσπερ ἐν ἡμῖν ἄλλο μὲν ἔστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ θεῷ. Ὃ γὰρ ἔστι καὶ βούλεται, καὶ ὃ βούλεται ἔστι· καὶ οὐδεμία διαίρεσις ἐπὶ τοῦ θεοῦ, διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν θεόν. Ὥστε καὶ τὴν διαίρεσιν τοῦ εἶναι πρὸς τὸ βούλεσθαι ἐπὶ τοῦ θεοῦ ἀποῤῥιπτέον. Ἀλλὰ μὴν οὐδ' οὕτως τὸν θεὸν τῷ εἶναι ποι εῖν ὑποθετέον ὡς τὸ πῦρ θερμαίνει· τὸ γὰρ πῦρ, εἰ καὶ οὐ σιωδῶς, ἀλλ' ὅμως συμβεβηκυῖαν ἔχει τὴν θερμότητα, παρὰ δὲ τῷ θεῷ οὐδὲν οὔτε οὐσιωδῶς συμβέβηκεν οὔτε συμβεβηκό τως. Ἐπεὶ οὖν συμβέβηκε μὲν αὐτῷ οὐδέν, τὸ δὲ εἶναι καὶ τὸ βούλεσθαι ταὐτὸν ὑπάρχει τῷ θεῷ, ἁπλοῦν τέ ἐστι καὶ μονο ειδές, ποιητικὸν ἀγενήτως τῶν ὄντων. Ὥσπερ γὰρ ὁρῶμεν ὅτι τὰ γεννητά, οἷον ἄνθρωπος ὁ δεῖνα γεννητῶς γενόμενος γεννητικός τε ὤν, γεννητὰ ποιεῖ, καὶ καθόλου τὰ γεννητὰ γεν νητῶς γενόμενα γεννητὰ ποιεῖ καὶ ἐξ αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπει