θυγατέρα τοῦ Ἰαείρου τῆς χειρὸς ἐκράτησεν; Eἰ γὰρ καὶ ἀμ φότεροι τελευταῖον ἀνέστησαν, ἀλλὰ τὴν ἁφὴν τὰ νεκρὰ ἐδέ ξαντο σώματα. Ἀπόκρισις. Τῶν πτωμάτων τὰ νεκρὰ σώματα καὶ οἱ τούτων τάφοι μυσάττονται διὰ τὴν ἑπομένην αὐτοῖς βαρεῖαν δυσωδίαν καὶ οὐ διὰ τὴν νέκρωσιν. Eἰ γὰρ ἁπλῶς διὰ τὴν νέκρωσιν ἐμυ σάττοντο τῶν νεκρῶν τὰ σώματα, οὐκ ἄρα ἐχρῆν τοῖς τῶν ζώων νεκρῶν σωμάτων μέρεσι κεχρῆσθαι πρὸς τὴν τῶν ζώντων χρείαν, ὡς τοῖς δέρμασι καὶ τοῖς κέρασι καὶ θριξὶ καὶ χολαῖς καὶ τοῖς στέασι καὶ ταῖς σαρξίν, ἅτινα οὐδεὶς λόγος δύναται ὑπεξελεῖν τῆς προσούσης αὐτοῖς νεκρώσεως. Eἰ δὲ νεκρὰ μὲν καὶ ταῦτα, οὐ μυσαττόμενα δὲ διὰ τὴν ἐξ αὐτῶν χρείαν, πῶς οὐκ ἔστι τῶν ἀτοπωτάτων τὸ καθαρὰ μὲν ἡγεῖσθαι ταῦτα διὰ τὴν ἐξ αὐτῶν χρείαν, μυσάττεσθαι δὲ τῶν ἁγίων μαρτύρων τὰ σώματα καὶ τοὺς τάφους ὑπὸ Ἑλλήνων, φυλακτικὰ ὄντα ἀπὸ τῆς τῶν δαιμόνων ἐπιβουλῆς καὶ ἰαματικὰ νοσημάτων τῶν κατὰ τὴν ἰατρικὴν τέχνην ἀνιάτων; Παρείκαζε δὲ ὁ κύριος τὴν τῶν Φαρισαίων ἐσχηματισμένην εὐλάβειαν τάφοις κεκονιαμέ νοις, ὅτι ὥσπερ τῇ νοήσει τῶν ζώντων βδελυκτή ἐστι τῶν νε κρῶν σωμάτων ἡ δυσωδία καὶ ἀκαθαρσία, οὕτως καὶ ἡ ἐκεί νων ἀνομία βδελυκτή ἐστι τῇ νοήσει τῶν εὐσεβῶν, τρόπον τινὰ οὖσα αὐτῶν ψυχῆς νέκρωσις καὶ δυσωδία καὶ ἀκαθαρσία. Ὥσπερ γὰρ χωρισθείσης τῆς ψυχῆς τοῦ σώματος νεκρὸν τὸ σῶμα καὶ δυσῶδες καὶ ἀκάθαρτον, οὕτως χωρισθέντος τοῦ φόβου τοῦ θεοῦ τῆς ψυχῆς νεκρὰ ὑπάρχει ἡ ψυχὴ καὶ δυσώδης καὶ ἀκάθαρτος. Κατ' ἐναντίωσιν δὲ ἔπραξεν ὁ κύριος οὐδὲν οὔτε τῇ παλαιᾷ οὔτε τῇ καινῇ. Oὐκ ἦν γὰρ ὑπὸ τὸν νόμον, ὅτε τοὺς ἐν τῇ ἐρωτήσει εἰρημένους νεκροὺς ἤγειρεν. Ἀπὸ γὰρ τοῦ βαπτίσματος ἤρξατο ὁ κύριος τῆς εὐαγγελικῆς πολιτείας, οὔσης ἔξωθεν τῆς τοῦ νόμου φυλακῆς· διὸ οὐκ ἐμιάνθη ἁψά μενος τοῦ νεκροῦ. Κατὰ δὲ τὴν καινὴν ἐκεῖνα μόνα ἦν μιαν τικὰ ἀνθρώπων τὰ ἐκ τῆς καρδίας ἐξερχόμενα κακά· τὸ δὲ ἅπτεσθαι νεκροῦ οὐ μιαίνει τὸν ἄνθρωπον. Ἐρώτησις κθ. Eἰ πεπλήρωτο ὁ οἶκος, ἔνθα ὁ κύριος ἦν ὁπηνίκα ὁ πα ράλυτος ἔμελλε θεραπεύεσθαι, καὶ διὰ τοῦτο ἠναγκάσθησαν οἱ βαστάζοντες αὐτὸν καταλῦσαι τὴν ὀροφὴν καὶ δι' αὐτῆς καθεῖναι τὸν ἀσθενοῦντα, πῶς οἱ ἐν τῷ οἴκῳ ἠθροισμένοι ὄχλοι οὐκ ἐπλήγησαν τῆς ὀροφῆς λυομένης; Ἀπόκρισις. Aἰσθανόμενοι οἱ ἐν τῷ οἴκῳ μελλούσης τῆς ὀροφῆς ἀπο στεγοῦσθαι πάντως ὑπεχώρησαν. Oὐ γὰρ οὕτως ἦσαν ἀνόητοι οἱ τὴν ὀροφὴν ἀποστεγοῦντες, ὥστε μὴ βοᾶν τοῖς ἐν τῷ οἴκῳ ὑποχωρεῖν ἵνα μὴ πλήσσωνται. Oὐδὲ γὰρ ὅλης τῆς ὀροφῆς ἦν χρεία ἀποστεγοῦσθαι, ἀλλὰ τόσον ὅσον ἤρκει εἰς τὴν ὑπο χάλασιν τοῦ παραλύτου. Ἐρώτησις λ. Eἰ ἑκάστῳ ἀνθρώπῳ ἄγγελος παρέπεται φύλαξ, καθὼς