ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸν μὲν πρὸς ποίησιν τοῦ καλοῦ, ἀδύνατον δὲ πρὸς ποίησιν τοῦ καλλίονος; μα. Eἰ ἀδύνατον τῷ θεῷ τὸ θνητὸν σῶμα ποιῆσαι ἀθά νατον, πῶς οὐκ ἔσται ὁ θάνατος ἰσχυρότερος τοῦ θεοῦ, ἐξ αὐτοῦ μὴ δυναμένου ·ύσασθαι τοὺς αὐτῷ ὑποκειμένους; μβ. Eἰ ὁ θεὸς ἔχει δύναμιν ζωοποιητικὴν τῶν νεκρῶν, πῶς οὐκ εἰσὶν ἐπιτήδειοι πρὸς ἀνάστασιν οἱ ἀνιστάμενοι; Τοῦ θεοῦ δὲ πρὸς τὸ ἀνιστᾶν τοὺς νεκροὺς δυνατοῦ ὑπάρχοντος, καὶ τῶν ἀνισταμένων ἐπιτηδείων πρὸς τὸ ἀνίστασθαι ὑπαρ χόντων, ποίαν ἔχει χώραν ἡ ἀπιστία τῶν ἀπιστούντων τὴν ἀνάστασιν; μγ. Eἰ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι ἡμᾶς δεσπόζει θεός, πῶς οὐκ ἔσται ἀπὸ τῆς αὐτῆς αὐτοῦ δεσποτείας τὸ γίνεσθαι ἡμᾶς ἀθανάτους; Eἰ δὲ τὸ γενέσθαι ἡμᾶς ἀθανάτους ἔξωθεν τῆς τοῦ θεοῦ δεσποτείας καθέστηκε, πῶς οὐκ ἔσται θεὸς τοῦ μὴ εἶναι ἡμᾶς μὴ δεσπόζων; μδ. Eἰ, ἣν ἔχουσι φύσιν τὰ ἀθάνατα καὶ τὰ θνητά, ἐκ τῆς τοῦ θεοῦ ἔχουσι βουλήσεως, πῶς οὐκ ἔστι δυνατὸν τὸ ἀθανατίζεσθαι τοὺς νεκροὺς βουληθέντος τοῦ θεοῦ; με. Ὧν τὰ ἀνθιστάμενα ἀσθενεῖ, τούτων ἡ σύστασις βε βαία. Ἀλλ' εἰ παντὶ ἀντιστάσεως τρόπῳ κεχρημένοι οἱ Ἕλ ληνες πρὸς ἀναίρεσιν τοῦ τῆς ἀναστάσεως δόγματος ἀναιρεῖν τοῦτο οὐκ ἴσχυσαν, τῇ τοῦ ποιοῦντος τὴν ἀνάστασιν θεοῦ δυ νάμει ἀσάλευτον ἐν ταῖς πολυτρόποις ἀντιστάσεσι φυλατ τόμενον τὸ δόγμα, κατὰ τί ἄπιστος τῶν νεκρῶν ἡ ἀνάστασις, τοῦ περὶ ταύτης δόγματος μήτε ὑπὸ χειρῶν μήτε ὑπὸ γλώσσης σαλευομένου; μ. Eἰ μέγιστόν ἐστι δεῖγμα τῆς τοῦ θεοῦ ἀηττήτου καὶ ἀπεριγράπτου δυνάμεως τὸ εἰδέναι πάντων τῶν ἀνθρώ πων, ζώντων τε καὶ νεκρῶν, τάς τε ἰδέας καὶ τὰς πράξεις ἀγαθάς τε καὶ φαύλας, πῶς οὐκ ἔστι τῶν νεκρῶν ἡ ἀνάστασις ἀπόδειξις τῆς τοῦ θεοῦ ἀπεριγράπτου δυνάμεώς τε καὶ γνώ σεως, δι' ἧς εἰς τὸ εἶναι πάλιν ἀποκαθιστᾷ τοὺς ἀνθρώπους; Ἀλλ' εἰ τοῦτο, πῶς οὐκ ἔσται ἀποστερῶν τὸν θεὸν τῆς τοι αύτης ἀποδείξεως ὁ ἀποστερῶν τοὺς νεκροὺς τῆς ἀναστά σεως; μζ. Eἰ ἐλπίσαντες Ἕλληνες ἀναιρεῖν διὰ τῆς οἰκείας ἀντι στάσεως τὸ περὶ τῆς ἀναστάσεως δόγμα ἀπέτυχον τῆς ἐλπίδος, πῶς οὐκ ἔσονται ἀποτυγχάνοντες πάλιν τῆς ἐλπίδος, ἐλπί ζοντες πάλιν μὴ ἔσεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν; μη. Ἐχρῆν τοὺς Ἕλληνας, μαχεσαμένους κατὰ τοῦ περὶ τῆς ἀναστάσεως δόγματος, ἢ μὴ ἡττᾶσθαι ἐν τῇ μάχῃ ἢ ἡττη θέντας μὴ ἀπιστεῖν τὴν ἀνάστασιν· εἰ δὲ μή γε, ἔσται αὐτῶν ἡ πρώτη ματαιοπονία ἔλεγχος τῆς ἀλόγου αὐτῶν ἀπιστίας.