1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

13

Λέων περιῄει τῇ νηῒ διὰ τῆς θαλάσσης τὸ τεῖχος ἀποσκοπῶν καὶ πόθεν ἐφορμήσας προσβάλοι κακούργως ἐμμελετῶν. 24.6 αἱ δὲ λοιπαὶ νῆες ὑφ' ἑνὶ χώρῳ τοῦ πρὸς ἀνατολὰς αἰγιαλοῦ προσορμισθεῖσαι συνεσκευάζοντο. 24.7 οἱ καθ' ἡμᾶς δὲ πολῖται καὶ αὐτοὶ τοῖς ὅπλοις ἐφράττοντο, τὰς ἐπάλξεις διελόμενοι καὶ ἑαυτοὺς πρὸς τὸν προκείμενον ἀγῶνα συνεπαλείφοντες. 24.8 καὶ γὰρ ἦν ἀγὼν ἀληθῶς, καὶ τῶν μεγάλων ἀγώνων ὁ διαβόητος, οὐ παλαιστοῦ τινος ἀγωνίαν ἐν ταῖς πρὸς τὸν ἀντίπαλον τοῦ σώματος ἀντιρρήσεσι τὸν παρὰ τῶν ὁρώντων ἔπαινον προξενῶν, οὐκ ἔπαθλα προτιθεὶς ὕλης τινὸς πρὸς ὀλίγον τέρψιν τῷ νικήσαντι παρεχόμενα, οὐδὲ πάλιν ἧτταν μέχρις αἰσχύνης μόνης τὸν νικηθέντα καταβιβάζουσαν, ἀλλ' ἢ περισωθεῖσαν τοσαύτην πόλιν ἐκ τοσούτου κινδύνου γέρας ἀμίμητον ἀναδήσασθαι, ἢ παθοῦσάν τι τῶν ἀπειλουμένων ἀπαρηγόρητον ὀδύνην ἐνέγκασθαι. 25.1 Ἀλλ' ἐπειδὴ τὸ τεῖχος ἅπαν ὁ θὴρ ἐκεῖνος κατεῖδεν, ἔτι δὲ καὶ τὸν πορθμὸν τοῦ λιμένος ἁλύσει σιδηρᾷ καί τισι ναυσὶ βεβυθισμέναις ὄντα κατάφρακτον, μᾶλλον ἐκεῖθεν τὴν προσβολὴν ποιήσασθαι διεσκέψατο, ὅθεν διέγνω μήτε τὰς ἔξωθεν κωλύειν τῶν προβυθισθέντων μονολίθων ἐνέδρας τὴν τῶν νηῶν ἔφοδον. μήτε μὴν ἀφ' ὑψηλοῦ τοῦ ἤδη δομηθέντος τείχους ἐπίτασιν πολέμου ταύτας ἐκδέχεσθαι· 25.2 ἀλλ' ἔνθα βαθυνόμενον τὸ τῆς θαλάσσης ὕδωρ τῷ χθαμαλωτέρῳ τείχει προσρήγνυται, τοὺς τόπους σημειωσάμενος καὶ πρὸς τοὺς ἑταίρους ἀνθυποστρέψας, ἐνέδωκε τὸν ἀγῶνα. 25.3 οἱ δὴ τὸ τάχος τοῖς λεχθεῖσι τόποις ταῖς ναυσὶ διασπαρέντες, βοῇ τε χρησάμενοι βαρβαρικῇ καὶ τραχείᾳ, ἐφώρμησαν τῷ τείχει, ταῖς κώπαις ἐλαύνοντες, καὶ τοῖς ἐκ τῶν δέρρεων κατεσκευασμένοις τυμπάνοις καταπληκτικὸν κτυποῦντες, καὶ πολλοῖς ἄλλοις φοβήτροις τοὺς ἐν ταῖς ἐπάλξεσιν ἐκταράττοντες. 25.4 ἀντεβόησαν δὲ μᾶλλον καὶ γεγωνοτέραν φωνὴν οἱ πρὸς τὸ τεῖχος ἑστῶτες τὸ σωτήριον ὅπλον τοῦ σταυροῦ πρὸς τὴν κατὰ τῶν ἐναντίων ἐπικαλούμενοι συμμαχίαν, 25.5 καὶ τοσοῦτον ὡς ἀκηκοότας τοὺς βαρβάρους τὸν πολυάνθρωπον ἐκεῖνον καὶ παντὸς ἀκούσματος φοβερώτερον ἀλαλαγμὸν ἰλιγγιᾶσαι τέως καὶ μηδὲν ἀνύσειν προσδοκᾶν, τοῦ δήμου τὴν πληθὺν ἀναλογισαμένους ἐκ τῆς βοῆς, καὶ ὡς οὐκ ἂν πρὸς τοσούτους ἀποδυσαμένους εἰς μάχην εὐχερῶς ἔχειν πόλιν τοσαύτην ῥᾳδίως ἐκπορθεῖν, ἣν οὐδενὶ παραδείγματι συγκρίνειν εἶχον. 25.6 ὅμως ἵνα μὴ δόξωσι κατεπτηχέναι τὴν πρώτην προσβολήν, οὐκ ἀδεῶς μέν, οὐδὲ πάλιν μεθ' ἧς ὕστερον ἐχρῶντο μανίας, ἀλλά τινι λύσσῃ φόβῳ συγκεκραμένῃ πλησίον γενόμενοι ταῖς ἀπὸ τῶν βελῶν νιφάσι τοὺς ἐξ ἐναντίας ἠμύνοντο. 25.7 ἔπειτα δέ τι καὶ ἀναιδέστερον ἐπεχείρουν καὶ πλησιέστερον ἐφορμᾶν ἐφιλονείκουν, καθάπερ τινὲς ὑλακτικοὶ κύνες τὸν οἰκεῖον θυμὸν διεγείροντες, τοῖς κατ' αὐτῶν φερομένοις ἀπὸ τοῦ τείχους ἐξαγριούμενοι. 25.8 οὐδὲ γὰρ οἱ τῆς πόλεως τῆς τοξικῆς κατημέλουν, ἀλλ' ἐχρῶντο ταύτῃ μᾶλλον ἐναργῶς καὶ ἐπιτηδείως, πάντας τοὺς ἐκ τῶν πλησίον χωρῶν προσρυέντας Σκλαβήνους τοῖς τόποις ἐκείνοις καταστησάμενοι, ὧν οὐδέν ἐστιν οὕτως τῶν ἄλλων εὐεπιχείρητον ὡς τὸ κατὰ σκοποῦ βάλλειν καὶ μηδὲν τῶν βελῶν αὐτῶν τὴν ῥύμην ἀνθυποφέρειν. 26.1 Ἀλλ' οὕτω βαλλόντων ἑκατέρων καὶ βαλλομένων, ἰσοπαλῆ τε τὴν μάχην προσπίπτουσαν ἐνδεικνυμένων, διαιρεθέντες τινὲς τῶν βαρβάρων, τῶν ἄλλων ὡς εἰκὸς εὐτολμότεροι καὶ θρασύτεροι, καὶ τῇ θαλάσσῃ τῆς νηὸς ἑαυτοὺς ἀκοντίσαντες, κλίμακά τε ξυλίνην μεθ' ἑαυτῶν συγκαθελόντες, ὤθουν ἄγοντες ἐν τοῖς ὕδασι, πειρώμενοι δι' αὐτῆς ἀνιέναι τῷ τείχει, μηδένα λόγον τῶν ἐκεῖθεν κατ' αὐτῶν πεμπομένων ποιούμενοι. 26.2 μέχρι γὰρ τοῦ πλησίον γενέσθαι ἐκάλυπτον τὰ σώματα, νηχόμενοί τε τῷ ὕδατι καὶ τὰς κεφαλὰς ταῖς ἀσπίσι περιφραττόμενοι· 26.3 ὅτε δ' ἐγγύθεν ἐγένοντο, τὸ ὕδωρ ἀποδυσάμενοι ῥωμαλεώτερον ἀντεῖχον ταῖς βολαῖς προσπαλαίοντες, τὰς ἀσπίδας μόνας φέροντες ἐπὶ κεφαλῆς, εἶτα τὴν κλίμακα θᾶττον κατὰ τῶν ἐπάλξεων ἀνελκύσαντες ἐπεχείρουν δι' αὐτῆς ἀνιέναι καὶ εἴσω χωρεῖν. 26.4 ἀλλὰ προέφθασε τὸ βεβουλευμένον ὁ θάνατος, καὶ πρὶν ἀκριβῶς