13
3.6 Ἐτηρήθησαν οἱ σεληνιακοὶ μῆνες, προστεθέντων αὐτοῖς τῶν ἑτέρων δύο ὑπὸ τοῦ Νουμᾶ, ὡς ἐλέγομεν, ἕως τῆς Γαΐου Καίσαρος ἡγεμονίας· αὐτὸν δέ φασι τύχῃ καὶ σοφίᾳ καὶ διαφερόντως ἀστρολογίᾳ τοὺς ἄλλους ἀποκρύψαντα, ἀναβάντα εἰς τὴν Ῥώμην δέκα καὶ μίαν ἐπεμβαλομένην ἡμέραν τοῖς σεληνιακοῖς μησὶν ἐπιδοῦναι καὶ ταύτῃ ἡλιακὸν ἀποτελέσαι τὸν ἐνιαυτόν. 3.7 Ὅτι βίσεξτον λέγεται διὰ τὸ δὶς πρὸ ἓξ Καλενδῶν Μαρτίων ἀριθμεῖν παρὰ τετραετίαν Ῥωμαίους, καὶ ἐν τούτῳ τὸν ζωογονικὸν ἀριθμὸν ἐπιτηροῦντας· Ἀφροδίτης δὲ οὗτος, ἔφορος δὲ Ῥωμαίων Ἀφροδίτη.3.8 Ὅτι ἡ σελήνη προσεχῶς ἐπιβέβηκε τῷ γεννητῷ παντὶ καὶ πάντα κυβερνᾶται τὰ τῇδε ἐναργῶς ὑπ' αὐτῆς, ὡς τὰ λόγιά φασι· Νύμφαι πηγαῖαι καὶ ἐνύδρια πνεύματα πάντα καὶ χθόνιοι κόλποι τε καὶ ἠέριοι καὶ ὕπαυγοι μηναῖοι πάσης ἐπιβήτορες ἠδ' ἐπιβῆται ὕλης οὐρανίας τε καὶ ἀστερίας καὶ ἀβύσσων. τοῦ γὰρ μεταβολικοῦ σώματος κατὰ τὴν σφετέραν τοῦ βάρους ἀναλογίαν τῇ γῇ περιχυθέντος ἀναγκαῖον ἦν τὸ μέλλον πλησιάζειν αὐτῇ πάσης μετέχειν δυνάμεως. διὸ περιαρμοσάμενος ὁ θεὸς τὴν σεληνιακὴν σφαῖραν πάσης μετέχουσαν δυνάμεως τῶν δραστηρίων σφαιρῶν πλησίον τοῦ παντὸς αἰσθητοῦ παρεστήσατο ἔφορον τῶν στοιχείων. ὅθεν καὶ τετρακέφαλον τὴν Ἑκάτην ὁ μυστικὸς παραδίδωσι λόγος διὰ τὰ τέσσαρα στοιχεῖα· καὶ ἡ μὲν πυρίπνους τοῦ ἵππου κεφαλὴ δῆλον ὡς εἰς τὴν τοῦ πυρὸς σφαῖραν ἀναφέρεται, ἡ δὲ τοῦ ταύρου μυκωμένη δαιμόνιόν τινα μυκηθμὸν εἰς τὴν τοῦ ἀέρος, ἡ δὲ τοῦ ὕδρου πικρὰ καὶ ἄστατος φύσις εἰς τὴν τοῦ ὕδατος, ἡ δὲ τοῦ κυνὸς κολαστικὴ καὶ τιμωρὸς εἰς τὴν γῆν. ὅθεν καὶ Κέρβερον αὐτὴν οἱονεὶ κρεωβόρον οἱ ποιηταὶ προσαγορεύουσιν. αὐτῆς οὖν τῆς σελήνης τῶν τεσσάρων στοιχείων κρατούσης εἰκότως οἱ παλαιοὶ τὴν ἀρχὴν τοῦ ἔτους ἀμφοτέροις ἅμα ἀνέθεντο τοῖς φωσίν. 3.9 Αἱ τοῦ σπόρου ἑορταί, αἱ λεγόμεναι παρὰ Ῥωμαίοις σημαντῖβαι, τουτέστι σπόριμοι, οὐκ ἔλαχον ὡρισμένην ἡμέραν, ὅτι οὐκ εὐπρεπὴς πᾶς καιρὸς εἰς ἀρχὴν σπόρου· ἢ γὰρ πρώϊμος διὰ τὰς ἐπομβρίας ἢ ὄψιμος διὰ τὰς βραδυτῆτας γίνεται. ἤγοντο δὲ ἐπὶ δύο ἡμέρας, οὐκ ἐφεξῆς ἀλλὰ μέσον γινομένων ἑπτά· καὶ τῇ μὲν πρώτῃ ἱεροποίουν ∆ήμητρι, οἷον τῇ Γῇ τῇ ὑποδεχομένῃ τοὺς καρπούς· εἶτα μετὰ ἑπτὰ ἡμέρας Κόρῃ, τῇ τῶν καρπῶν ἐφόρῳ, ἐπεὶ πᾶν σπέρμα ἑβδομαῖον προκύπτει, καὶ οὐ σπέρμα μόνον, ἀλλὰ καὶ ἐμψύχων τὰ πτηνὰ τὸν ἑβδομαῖον ἐπὶ τριάδι κατὰ τὴν γένεσιν φυλάττει λόγον, ἐξῃρημένων χηνῶν καὶ ὅσων οἱ φυσικοὶ σημαιοῦνται· ἐπὶ μὲν γὰρ τῆς τρίτης ἄρχεται ἡ καρδία κινεῖσθαι, ἐπὶ δὲ τῆς ἑβδόμης τὸ σύμπαν αἱματοῦσθαι, ἐπὶ δὲ τῆς τεσσαρεσκαιδεκάτης διαρθροῦσθαι τὸ σῶμα, ἐπὶ δὲ τῆς εἰκάδος πρώτης ῥηγνυμένου τοῦ κελύφους ἀφιέναι φωνήν. μεγίστη γὰρ ἡ δύναμις τῆς ἑπτάδος· ὁ γὰρ κατ' αὐτὴν ἀριθμὸς ἀμιγής ἐστι καὶ ἀμήτωρ, μήτε γεννῶν μήτε γεννώμενος, ὡς ἕκαστος τῶν ἐν τῇ δεκάδι ἀριθμῶν. ὅθεν καὶ οἱ Πυθαγόρειοι Ἀθηνᾷ τὴν ἑπτάδα ἀνατίθενται· τῇ γὰρ περιόδῳ φασὶ τῆς ἑβδομάδος πάντα ἀθάνατα διασώζεται. καὶ διὰ τοῦτο καλοῦσιν αὐτὴν παρθένον ὀβριμοπάτραν, διότι τῆς μονάδος τῆς πάντα περιεχούσης καὶ ὑποστησάσης μόνης ἐστὶ γέννημα· αἰτία γὰρ πάντων ἡ μονάς. λέγεται δὲ καὶ κρίσις διὰ τὸ τῷ ταύτης ἀριθμῷ πάντα λαμβάνειν τὴν ἐπὶ θάτερον ἔκβασιν. καὶ τοῦτο δῆλον ἐκ τῆς καθολικῆς τῶν ἀνθρώπων ἡλικίας· ἐπὶ γὰρ τοῦ ἑξηκοστοῦ τρίτου ἐνιαυτοῦ-ἑπτὰ δὲ ἐννεάδων ἐστὶ συνεκτικός-ἡ γένεσις κρίνεται, τοῦ ψυχοκρατητικοῦ, ὅς ἐστιν ἕβδομος, καὶ τοῦ σωματοπλαστικοῦ, ὅς ἐστιν ἔννατος, συνιόντων ὁμοῦ. 3.10 Ὁ Νουμᾶς πανταχοῦ τὸν περιττὸν ἀλλ' οὐ τὸν ἄρτιον ἀριθμὸν τιμῶν τριχῆ τὰς ἑορτὰς τοῦ μηνὸς διετύπωσε· τρίπους γὰρ οἰκεῖος Ἀπόλλωνος, καὶ γὰρ τῆς μονάδος ἐστὶν εἰκών. ταύτῃ καὶ τὰς τοῦ μηνὸς ἑορτὰς διέταξε· τριῶν γὰρ εἶναι λεγομένων τῶν