Βερροίας, συνάψας τοῖς τε Ἄραψι καὶ τοῖς Τούρκοις καὶ δύναμιν ἁδρὰν συστησάμενος εἰς χεῖρας ἐλθεῖν τῷ βασιλεῖ καὶ μαχέσασθαι διεσκέπτετο. Τοῦ δὲ βασιλέως ἔνδον ὄντος τῆς ἑαλωκυίας πόλεως πυργομαχοῦντός τε ἔτι ἐν μέρει κατὰ τὸ ὑπόλοιπον λείψανον τῆς πυργοκρατείας παρατάξεις δύο, διατειχίζουσαι τοὺς ἐναντίους, εἰς φυλακὴν κατετάχθησαν. Εἰσὶ δὲ περὶ τὴν Ἱεράπολιν πεδία μέγιστα, ἐν οἷς τινες τῶν Σαρακηνῶν διεφάνησαν ἱππαζόμενοι, καὶ πλὴν γηλόφων οὐδέν ἐστι τὸ ὑπερανεστηκὸς εἰς ὄρος μέγα, καυσώδης δὲ ὁ τόπος καὶ τὸ ὕδωρ χλιαρόν, μεταλαμβάνον τῆς τοῦ ἀέρος φλεγμονῆς τε καὶ καύσεως. Οἱ δὲ πολέμιοι κατὰ μικρὸν ταῖς ἱσταμέναις πλησιάζοντες παρατάξεσιν αὖθις ἀνθυπέστρεφον ἀπῆν γὰρ ἔτι ὁ ἀμηρᾶς Μαχμούτιος-ἀκροβολισμοὺς δὲ ποιησάμενοι παρελάσαι μέν τινας τῶν Ῥωμαίων κατηνάγκασαν καὶ δὶς τοῦτο καὶ τρὶς πεποιήκασιν. Ἐν ἑτέρᾳ δὲ συμβολῇ οὐκέτι τοὺς Ῥωμαίους μικρὸν ἐπεδίωξαν καὶ ἔστησαν, ἀλλὰ παρελάσαντες αὐτοὺς τῷ τάγματι τῶν στρατηλατῶν εἰς χεῖρας συνερράγησαν, καὶ παρελθόντες τὸ τῶν σχολῶν τάγμα πολλοὺς μὲν ἀνεῖλον, τοὺς δὲ λοιποὺς φυγεῖν αἰσχρῶς κατηνάγκασαν, ἐν δεξιᾷ καταλιπόντες τὸ τῶν σχολῶν σύνταγμα. Ὅπερ τὴν τῶν 130 Ῥωμαίων ἧτταν ὁρῶν οὐδόλως μετεκινήθη τῆς στάσεως, ἀλλ' ὡς μηδενὸς καινοῦ γεγονότος ἀτρεμοῦν ἵστατο, ὡσανεὶ ἐδεδοίκει μὴ φωραθείη ἐκεῖσε ἱστάμενον, καὶ παντὶ τρόπῳ λαθεῖν μηχανώμενον. Ὑποστρέψαντες δὲ οἱ πολέμιοι ταχὺ καὶ τοῦτο κατηγωνίσαντο, ἀνῃρηκότες μὲν πολλούς, τοὺς δὲ λοιποὺς εἰς τὴν παρεμβολὴν κατακλείσαντες καὶ τὰ σημεῖα τούτων στρατηγικῶς ἀφελόμενοι. Πολλοὺς δὲ καὶ τῶν στρατιωτῶν τραχηλοκοπήσαντες εἰς ἔνδειγμα τοῖς Χαλεπίταις ἀπέστειλαν. Θαυμάζειν δὲ ἄξιον ἦν, ὅτι τοσαύτης καταφορᾶς καὶ ἥττης γενομένης ῥωμαϊκῆς οὐδεὶς τῶν λοιπῶν λόχων τε καὶ λοχαγῶν εἰς ἄμυναν διηρέθιστο, ἀλλὰ πάντες ἔνδον καθήμενοι, ὡς διὰ φιλίας γῆς ἐνσκηνούμενοι, ἰδιοπραγεῖν ἐσπούδαζον, καὶ κίνησις ψυχῆς καὶ προθυμία καὶ ἀγωνία τούτοις τὸ παράπαν οὐδεμία ἦν.
Ἀλλ' ὁ βασιλεὺς ἔνδον ὢν τῆς πόλεως, τοῦτο πυθόμενος ἠνιάθη μὲν οὐ μετρίως, ἐπανελθὼν δὲ συντόμως μετὰ τῶν συνόντων Καππαδοκῶν ἴασιν εὑρεῖν τῷ πταίσματι ἐμηχανᾶτο. Ἡ γὰρ νὺξ ἐκείνη πάντας εἶχεν ἐν ἐλπίσιν οὐκ ἀγαθαῖς, καθότι καὶ τὸ ἐξ Ἀρμενίων πεζόν, περὶ τὴν τάφρον διανυκτερεύειν ἐπιταχθέν, ἀποστασίαν ἐμελέτησεν. Οὔπω δ' ἡμέρα προῄει καὶ οἱ πολέμιοι τὸν χάρακα περιέζωσαν. Τὸ γὰρ συμβὰν ὁ τοῦ Χάλεπ ἄρχων ἀναμαθὼν μεθ' ὅλης ἧκε τῆς ἑαυτοῦ δυνάμεως ὡς αὐτοβοεὶ αἱρήσων τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς ἔνδον τῆς σκηνῆς διαγράφων τὸν πόλεμον περὶ τρίτην ὥραν ἀθρόον ἐξελήλυθεν ἔφιππος. Εἰκοστὴν ἤνυε τηνικαῦτα ὁ Νοέμβριος μὴν τῆς ζʹ ἰνδικτιῶνος. Βοῆς βυκίνων ἢ σαλπίγγων ἢ ἄλλου τινὸς σημείου μὴ δοθέντος τρανῶς, τῶν δὲ σημαιῶν τοῦ στρατοῦ ἐξαρθεισῶν καὶ τῆς στρατιᾶς ἐξιούσης συντεταγμένης ἤρξαντο οἱ πολέμιοι περὶ μέρος ἓν ἀθροίζεσθαι, οὗ τοὺς Ῥωμαίους εἶδον ἐπελαύνοντας, καὶ ὁ ἀγὼν ὅσος καὶ ἡ τοῦ μέλλοντος ἔκβασις οἵα ταῖς ψυχαῖς ἐναπέστακτο. Τῶν δὲ κατὰ μέτωπον τὸ ἐνυάλιον ἀλαλαξάντων πολλοὺς 131 τῶν ἐναντίων οἱ Ῥωμαῖοι κατηγωνίσαντο καὶ διεχειρίσαντο. Ἐξορμήσαντος δὲ καὶ τοῦ λοιποῦ πλήθους φυγὴ τούτων ἀνυπόστατος γίνεται. Οἱ δὲ κατόπιν τούτων ἐλαύνοντες πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ ζωγρήσαντες ἔλαβον. Τῆς δὲ διώξεως μὴ γενομένης μέχρι πολλοῦ μεγάλης εὐκληρίας οἱ Ῥωμαῖοι διήμαρτον καὶ νίκης καλλίστης ἐξεστερήθησαν καὶ αὐχήματος μεγίστου ἐξηστόχησαν. Τῶν γὰρ ἀραβικῶν ἵππων ταχυδρομούντων μέν , μὴ εὐψυχούντων δὲ μηδ' ἐγκαρτερούντων τῷ δρόμῳ οὐκ ἠθέλησαν οἱ Ῥωμαῖοι τὴν ἐκείνων ἀτονίαν οἰκείαν εὐτονίαν ποιήσασθαι. Ἐπιστρέψαντες δὲ τοὺς ῥυτῆρας ἐξ ἐπιτάγματος βασιλικοῦ ἀμβλεῖαν ἑαυτοῖς τὴν νίκην ἀπειργάσαντο, κορεσθέντες μόνῃ τῇ τῶν ἐναντίων ἀποτροπῇ, μεγάλην εὐτυχίαν καὶ τοῦτο τοῦ βασιλέως λογιζομένου, ὅτι τέως οἱ ἀνάλκιδες ἀνερρώσθησαν καὶ οἱ νεκροί, ὡς εἰπεῖν,