13
ὁλόκληρος ἐν ἑκάστῳ καὶ οὐκ ἀπὸ μέρους ὑπάρχων, ὥσπερ καὶ ὁ ἐν τῷ ναυπηγῷ τοῦ πλοίου λόγος εἷς ὢν πληθύνεται ἐν πολλοῖς ὑποκειμένοις γινόμενος. Οὕτω δὲ καὶ τὸ ἐν τῷ διδασκάλῳ θεώρημα ἓν ὂν τῷ ἰδίῳ λόγῳ, ὅταν ἐν τοῖς διδασκομένοις γίνηται, συμπληθύνεται αὐτοῖς ὅλον ἐν ἑκάστῳ γινόμενον. Προσέτι δὲ καὶ ὁ ἐν τῷ δακτυλίῳ τύπος εἷς ὢν ἐν πλείοσιν ἐκμαγείοις ὅλος ἐν ἑκάστῳ γινόμενος πολλὰ λοιπὸν ἔστι τε καὶ λέγεται. Ὥστε τὰ πολλὰ πλοῖα καὶ οἱ πολλοὶ ἄνθρωποι καὶ τὰ ἐκμαγεῖα τὰ πολλὰ καὶ τὰ ἐν τοῖς πλείοσι μαθηταῖς νοήματα τοῖς μὲν ἀτόμοις πλείονα τυγχάνει κατὰ τὸν ἀριθμὸν καὶ ταύτῃ διῃρημένα ἐστὶ καὶ οὐχ ἡνωμένα, τῷ κοινῷ δὲ εἴδει οἱ πολλοὶ ἄνθρωποι εἷς τυγχάνουσι καὶ τὰ πολλὰ πλοῖα ἓν καὶ τὰ νοήματα δὲ ὡσαύτως καὶ τὰ ἐκμαγεῖα τῇ ταυτότητι τοῦ ἐκτυπώματος τὸ ἓν ἔχουσιν. Ὥστε ταῦτα κατ' ἄλλο μὲν πολλά ἐστι καὶ διῃρημένα, κατ' ἄλλο δὲ ἡνωμένα καὶ ἕν. Ἀλλὰ κἂν ἐπὶ τῶν συνεχῶν πολλάκις φέρωμεν τὸν ἀριθμόν, δύο φέρε πήχεων εἶναι τὸ ξύλον λέγοντες, ἀλλὰ δυνάμει δύο φαμὲν εἶναι τὸ ἕν, οὐκ ἐνεργείᾳ, ἐπεί τοί γε ἕν ἐστιν ἐνεργείᾳ καὶ οὐ δύο· τῷ δὲ δύνασθαι τομὴν ὑπομένον δύο γενέσθαι, ταύτῃ φαμὲν αὐτὸ δύο τινῶν εἶναι. Ἐκ τοῦ αὐτοῦ ∆ιαιτητοῦ κεφάλαιον ζʹ. Ἕβδομος ἔστω λόγος ὁ, ἐξ ὧν οἱ τἀναντία πρεσβεύοντες ὑποτίθενται, τὴν ἰδίαν ἐπισφραγίζειν ἀλήθειαν· δύο γὰρ εἶναι τὰς τοῦ Χριστοῦ φύσεις ὑποτιθέμενοι μίαν αὐτοῦ καὶ μόνην ἀξιοῦσιν εἶναι τὴν ὑπόστασιν ἤγουν πρόσωπον, ὁμοίως ἀποσκευαζόμενοι τοὺς ἢ μίαν εἶναι τὴν Χριστοῦ φύσιν μετὰ τὴν ἕνωσιν ἢ δύο τούτου τὰς ὑποστάσεις πρεσβεύοντας. Ἀλλὰ πρὶν εἰς τοὺς ἐλέγχους ἡμᾶς ἐμβαλεῖν ταύτης τῆς ὑποθέσεως, εὔλογον οἶμαι πρότερον ἀφορίσασθαι, τί μὲν τὸ τῆς φύσεως ἡ τῶν ἐκκλησιῶν διδασκαλία σημαίνειν βούλεται ὄνομα, τί δὲ τὸ τοῦ προσώπου καὶ τῆς ὑποστάσεως. Φύσιν μὲν οὖν οἴεται τὸν κοινὸν τοῦ εἶναι λόγον τῶν τῆς αὐτῆς μετεχόντων οὐσίας, ὡς ἀνθρώπου παντὸς τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· τούτῳ γὰρ οὐδεὶς ἀνθρώπων διενήνοχεν. Οὐσίαν δὲ καὶ φύσιν εἰς ταυτὸν ἄγει. Ὑπόστασιν δὲ ἤγουν πρόσωπον τὴν ἰδιοσύστατον τῆς ἑκάστου φύσεως ὕπαρξιν καί, ἵν' οὕτως εἴπω, περιγραφὴν ἐξ ἰδιοτήτων τινῶν συγκειμένην, καθ' ἃς ἀλλήλων οἱ τῆς αὐτῆς κεκοινωνηκότες φύσεως διαφέρουσι καί, συντόμως εἰπεῖν, ἅπερ ἄτομα προσαγορεύειν τοῖς ἐκ τοῦ Περιπάτου φίλον, ἐν οἷς ἡ τῶν κοινῶν γενῶν τε καὶ εἰδῶν ἀποτελευτᾷ διαίρεσις, ταῦτα οἱ τῆς ἐκκλησίας διδάσκαλοι ὑποστάσεις, ἔσθ' ὅτε καὶ πρόσωπα προσηγόρευσαν. Τοῦ γὰρ ζῴου εἰς τὸ λογικὸν διαιρουμένου καὶ τὸ ἄλογον, καὶ τοῦ λογικοῦ πάλιν εἰς ἄνθρωπον καὶ ἄγγελον καὶ δαίμονα, τὰ εἰς ἃ λοιπὸν ὑποτέμνεται ἐσχάτων τῶν εἰδῶν τούτων ἕκαστον, οἷον ἄνθρωπος μὲν εἰς Πέτρον καὶ Παῦλον, ἄγγελος δὲ εἰς Γαβριὴλ καὶ Μιχαὴλ φέρε καὶ τῶν λοιπῶν ἀγγέλων ἕκαστον, ἄτομα προσαγορεύουσι, διότι μὴ οἷόν τε τούτων ἕκαστον ὑποτέμνεσθαι λοιπὸν εἰς ἕτερα τὴν φύσιν αὐτῶν μετὰ τὴν τομὴν διασῴζοντα. Ἡ μὲν γὰρ εἰς ψυχὴν καὶ σῶμα τοῦ ἀνθρώπου διαίρεσις τοῦ παντὸς ζῴου φθορὰν ἐργάζεται. Ἔνθεν ἄτομα ταῦτα καλεῖν ἐκείνοις φίλον. Ὑποστάσεις δὲ τὰ τοιαῦτα ὁ ἐκκλησιαστικὸς ὠνόμασε λόγος, διότι ἐν τούτοις τὰ γένη καὶ εἴδη λαμβάνει τὴν ὕπαρξιν. Εἰ γὰρ καὶ ἴδιον ἔχει τὸν τοῦ εἶναι λόγον τὸ ζῷον, φέρε καὶ ὁ ἄνθρωπος, ὧν τὸ μέν ἐστι γένος, τὸ δὲ εἶδος, ἀλλ' ἐν τοῖς ἀτόμοις τὴν ὕπαρξιν ἔχουσιν, οἷον Πέτρῳ καὶ Παύλῳ, χωρὶς τούτων οὐχ ὑφιστάμενα. Τί μὲν οὖν ὑπόστασίς ἐστι καὶ τί φύσις κατὰ τὴν ἐκκλησιαστικὴν ὑφήγησιν, εἴπομεν. Αὕτη δὴ οὖν ἡ κοινὴ φύσις, ἡ ἀνθρώπου, καθ' ἣν οὐδεὶς ἄνθρωπος οὐδενὸς διενήνοχεν, ἐν ἑκάστῳ τῶν ἀτόμων γινομένη ἰδία λοιπὸν ἐκείνου καὶ οὐδενὸς ἑτέρου κοινὴ γίνεται, καθὼς ἐν τῷ τετάρτῳ κεφαλαίῳ ὡρισάμεθα. Τὸ γὰρ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὸς ἄλλου