1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

13

τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν εὐσχημοτέρων καὶ τιμιωτέρων καὶ πλείστης ἰσχύος δεομένων τῇ δεξιᾷ κεχρῆσθαι. Ψηλάφησιν δὲ τὴν ἀκριβεστέραν αὐτοῦ καὶ τῶν λίαν λεπτῶν τε καὶ κρυπτῶν διάγνωσίν τε καὶ εἴσπραξιν ἐκ τοῦ παρ' ἡμῖν μὴ δύνασθαι τοὺς ψηλαφωμένους ἐν ἑαυτοῖς τι κρύπτειν. Πόδας δὲ καὶ βάδισιν τὴν πρὸς ἐπικουρίαν τῶν δεομένων ἢ ἐχθρῶν ἄμυναν ἢ ἄλλην τινὰ πρᾶξιν ἔλευσίν τε καὶ παρουσίαν ἐκ τοῦ παρ' ἡμῖν διὰ τῆς τῶν ποδῶν χρήσεως ἀποτελεῖσθαι τὴν ἄφιξιν. Ὅρκον δὲ τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐκ τοῦ παρ' ἡμῖν δι' ὅρκου τὰς πρὸς ἀλλήλους βεβαιοῦσθαι συνθήκας. Ὀργὴν δὲ καὶ θυμὸν τὴν πρὸς τὴν κακίαν ἀπέχθειάν τε καὶ ἀποστροφήν· καὶ γὰρ ἡμεῖς τὰ ἐναντία τῆς γνώμης μισοῦντες ὀργιζόμεθα. Λήθην δὲ καὶ ὕπνον καὶ νυσταγμὸν τὴν ὑπέρθεσιν τῆς κατὰ τῶν ἐχθρῶν ἀμύνης καὶ τὴν τῆς συνήθους πρὸς τοὺς οἰκείους βοηθείας ἀναβολήν. Καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ σωματικῶς εἰρημένα ἐπὶ θεοῦ κεκρυμμένην ἔχει τινὰ ἔννοιαν ἐκ τῶν καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς ἐκδιδάσκουσαν, εἰ μή τι περὶ τῆς σωματικῆς τοῦ θεοῦ λόγου ἐπιδημίας εἴρηται· αὐτὸς γὰρ πάντα τὸν ἄνθρωπον διὰ τὴν ἡμετέραν σωτηρίαν ἀνεδέξατο, ψυχὴν νοερὰν καὶ σῶμα καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως ἰδιώματα τά τε φυσικὰ καὶ ἀδιάβλητα πάθη.

12 Ἔτι περὶ τῶν αὐτῶν «Ταῦτα μὲν οὖν ἐκ τῶν ἱερῶν μεμυήμεθα λογίων»,

ὡς ὁ θεῖος ἔφη ∆ιονύσιος ὁ Ἀρεοπαγίτης, «ὅτι ὁ θεὸς πάντων ἐστὶν αἰτία καὶ ἀρχή, τῶν ὄντων οὐσία, τῶν ζώντων ζωή, τῶν λογικῶς ὄντων λόγος, τῶν νοερῶς ὄντων νοῦς, καὶ τῶν μὲν ἀποπιπτόντων αὐτῆς ἀνάκλησίς τε καὶ ἀνάστασις, τῶν δὲ παραφθειρόντων τὸ κατὰ φύσιν ἀνακαινισμὸς καὶ ἀναμόρφωσις, τῶν κινουμένων κατά τινα ἀνίερον σάλον ἵδρυσις ἱερὰ καὶ τῶν ἑστηκότων ἀσφάλεια καὶ τῶν ἐπ' αὐτὴν ἀναγομένων ὁδὸς καὶ ἀνατατικὴ χειραγωγία. Προσθήσω δέ, ὅτι καὶ τῶν ὑπ' αὐτοῦ πεποιημένων πατήρ (κυριώτερον γὰρ ὁ θεὸς ἡμῶν ἐστι πατὴρ ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγὼν ἢ οἱ γεννήσαντες οἱ ἐξ αὐτοῦ καὶ τὸ εἶναι καὶ τὸ γεννᾶν εἰληφότες), τῶν ἑπομένων καὶ ὑπ' αὐτοῦ ποιμαινομένων ποιμήν, τῶν φωτιζομένων ἔλλαμψις, τῶν τελουμένων τελεταρχία, τῶν θεουμένων θεαρχία, τῶν διεστώτων εἰρήνη καὶ τῶν ἁπλουμένων ἁπλότης καὶ τῶν ἑνιζομένων ἑνότης, ἀρχῆς ἁπάσης ὑπερούσιος καὶ ὑπάρχιος ἀρχὴ καὶ τοῦ κρυφίου ἤτοι τῆς αὐτοῦ γνώσεως κατὰ τὸ θεμιτὸν καὶ ἐφικτὸν ἑκάστῳ ἀγαθὴ μετάδοσις». Ἔτι περὶ θείων ὀνομάτων ἀκριβέστερον Τὸ θεῖον ἀκατάληπτον ὂν πάντως καὶ ἀνώνυμον ἔσται. Ἀγνοοῦντες οὖν τὴν οὐσίαν αὐτοῦ τῆς οὐσίας αὐτοῦ μὴ ἐκζητήσωμεν ὄνομα· δηλωτικὰ γὰρ τῶν πραγμάτων ἐστὶ τὰ ὀνόματα. Ἀλλ' ἀγαθὸς ὢν ὁ θεὸς καὶ ἐπὶ μεθέξει τῆς ἀγαθότητος αὐτοῦ παραγαγὼν ἡμᾶς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καὶ γνωστικοὺς ποιήσας ἡμᾶς ὥσπερ οὐ τῆς οὐσίας αὐτοῦ μετέδωκεν, οὕτως οὐδὲ τῆς γνώσεως τῆς οὐσίας αὐτοῦ· ἀδύνατον γὰρ φύσιν τελείως γνῶναι τὴν ὑπερκειμένην φύσιν. Εἰ δὲ καὶ τῶν ὄντων αἱ γνώσεις, τὸ ὑπερούσιον πῶς γνωσθήσεται; ∆ι' ἄφατον οὖν ἀγαθότητα ηὐδόκησεν ἐκ τῶν καθ' ἡμᾶς ὀνομάζεσθαι, ἵνα μὴ ἀμέτοχοι παντελῶς ὦμεν τῆς αὐτοῦ ἐπιγνώσεως, ἀλλ' ἔχωμεν κἂν ἀμυδρὰν αὐτοῦ ἔννοιαν. Καθὸ μὲν οὖν ἀκατάληπτός ἐστι, καὶ ἀκατονόμαστος· ὡς δὲ πάντων αἴτιος καὶ πάντων τῶν ὄντων τοὺς λόγους καὶ τὰς αἰτίας ἐν ἑαυτῷ προέχων, ἐκ πάντων τῶν ὄντων κατονομάζεται, καὶ ἐκ τῶν ἐναντίων οἷον φωτὸς καὶ σκότους, ὕδατος καὶ πυρός, ἵνα γνῶμεν, ὅτι οὐ ταῦτα κατ' οὐσίαν ἐστίν· ἀλλ' ἔστι μὲν ὑπερούσιος, διὸ καὶ ἀκατονόμαστος, ὡς δὲ πάντων τῶν ὄντων αἴτιος ἐκ πάντων τῶν αἰτιατῶν ὀνομάζεται. -∆ιὸ τῶν θείων ὀνομάτων τὰ μὲν ἀποφατικῶς λέγεται δηλοῦντα τὸ ὑπερούσιον οἷον ἀνούσιος, ἄχρονος, ἄναρχος, ἀόρατος, οὐχ ὅτι τινὸς ἥττων ἐστὶν ἤ τινος ἐστέρηται (αὐτοῦ γάρ ἐστι τὰ πάντα καὶ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ γέγονε καὶ ἐν αὐτῷ συνέστηκεν), ἀλλ' ὅτι πάντων