, ἀνειπεῖν αὐτοκράτορα στρατηγὸν, καὶ τὰς τῆς Ἀσίας δυνάμεις ἐγχειρίσαι αὐτῷ, ὡς ἀμύνοιτο καὶ ἀναχαιτίζοι τῶν ἀλλοφύλων τὴν ἔφοδον. ταύτην γὰρ αὐτῷ καὶ ὁ αὐτοκράτωρ Ῥωμανὸς, ἔτι βιοὺς, ἐνεχείρισε τὴν τιμὴν, καὶ τελευτῶν ἐν ταῖς διαθήκαις ὡρίσατο, μὴ μετακινεῖν τῆς τοιαύτης στρατηγίας εὐγνωμονοῦντα τὸν ἄνθρωπον. ταύτην ἀνειπόντος τοῦ πατριάρχου τὴν γνώμην, ἐπεψήφιζέ τε ἡ βουλὴ , συνῄνει δὲ καὶ αὐτὸς ὁ παρακοιμώμενος Ἰωσὴφ, οὐχ ἑκὼν, τῇ δὲ ῥοπῇ τῆς συγκλήτου ἐκβιαζόμενος. καὶ δὴ ὅρκοις φρικωδεστάτοις τὸν Νικηφόρον ἐμπεδωσάμενοι, μή ποτε περιόντων τῶν νεογνῶν παίδων καὶ βασιλέων ἀπαίσιόν τι κατὰ τοῦ σφῶν κράτους βουλεύσασθαι· ἐπομοσάμενοι δὲ καὶ αὐτοὶ, μηδένα τῶν ἐν τέλει ἀπεναντίας τῆς ἐκείνου γνώμης μετακινεῖν, ἢ πρὸς μείζονα ἐπαναβιβάζειν ἀρχὴν, μετὰ δὲ καὶ τῆς αὐτοῦ διασκέψεως κοινῇ γνώμῃ διευθύνειν τὰ τοῦ κοινοῦ , αὐτοκράτορα στρατηγὸν τῆς Ἀσίας τοῦτον ἀνακηρύξαντες τόν τε σύλλογον διαλύουσι, καὶ, τῶν βασιλείων ἀπάραντες, ἐφ' ἑστίας ἀπῄεσαν ἕκαστοι. 35 ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Γ. αʹ. Ἤδη δὲ τοῦ ἦρος μεσοῦντος, καὶ τοῦ φωσφόρου πρὸς τὸν ἀρκτικὸν πόλον ἠρέμα ὑπανακάμπτοντος, καὶ περὶ τὸν ταῦρον τὴν διφρείαν ἐλαύνοντος, τοῦ Βυζαντίου ἀπάρας ὁ Νικηφόρος ἐπὶ τὴν καταντιπέραν τῆς Ἀσίας χώραν καταίρει· καὶ πρὸς τὴν Καππαδοκῶν ἀφικόμενος (Τρωγλοδῦται τὸ ἔθνος τὸ πρόσθεν κατωνομάζετο, τῷ ἐν τρώγλαις καὶ χηραμοῖς καὶ λαβυρίνθοις, ὡσανεὶ φωλεοῖς καὶ ὑπιωγαῖς, ὑποδύεσθαι), καὶ τὴν σκηνὴν ἐκεῖσε 36 πηξάμενος, πανταχόσε διαγράμματα ἔστελλε, τὸν στρατὸν πανσυδὶ ὡς αὑτὸν συνεγείρων καὶ ἐκκαλούμενος. ἐν ᾧ δὲ συνήρχετο τὰ στρατεύματα, τοὺς ἀμφ' ἑαυτὸν ἐξήσκει τὰ πολέμια, καὶ τὸν θυμὸν ἔθηγε, καὶ ἐπεῤῥώννυε ταῖς καθ' ἡμέραν μελέταις, καὶ τὴν ἐνόπλιον ἐξεπαίδευε περιδίνησιν, θαμὰ ταῖς σάλπιγξιν ἐγκελευόμενος ἐπηχεῖν, καὶ τὰ τύμπανα παταγεῖν, καὶ ἀλαλάζειν τὰ κύμβαλα, ἐφ' ἵππων τε ὑπεράλλεσθαι, καὶ τόξοις βάλλειν κατὰ σκοπὸν, καὶ ἀκοντίζειν εὐστοχώτατα· καὶ οὐδὲν ὅ,τι παρεῖτο τούτῳ τῶν πρὸς τὸ πολεμεῖν ἐξευρημένων. ἐν ᾧ δὲ ὁ στρατηγὸς ἐξεπαίδευε τὸν στρατὸν, καὶ τὴν ἄφιξιν τῆς λοιπῆς στρατιᾶς ἐξεδέχετο (δεδογμένον γὰρ ἦν αὐτῷ , κατὰ τοῦ Χαμβδᾶν καὶ τῶν Ταρσέων ἐκστρατεύειν ὡς μάλιστα), ὁ παρακοιμώμενος Ἰωσὴφ, τὸ τοῦ Νικηφόρου μεμεριμνημένον καὶ λελογισμένον ἐννοῶν, καὶ προσέτι τὸ ἀνδρικὸν αὐτοῦ καὶ γενναῖον παράστημα, ὑπειδόμενός τε, μή πως τῆς στρατιᾶς συναλισθείσης περὶ αὐτὸν νεώτερόν τι σκαιωρήσοιτο, ἐπάλλετό τε τὴν καρδίαν καὶ τῆς ἀβουλίας αὑτὸν κατεμέμφετο, ὅπως ζωγρίαν κατέχων ὡς ἐν δικτύῳ αἱμάτων ἄνδρα οὐ κατειργάσατο, ἀλλ' ἔλαθε τοσαύτῃ πανοπλίᾳ τοῦτον ὀχυρωσάμενος. συννοίας οὖν ὑπόπλεως γεγονὼς, ἠρεμεῖν οὐκ ἠνείχετο, ἀλλ' ἀβίωτον τὸν βίον ἐτίθετο. ἀνασκοποῦντι δὲ τούτῳ καὶ πολλοὺς διελίττοντι λογισμοὺς, τίνα τὸν τρόπον τῆς τοσαύτης δυναστείας μετακινήσῃ τὸν στρατηγὸν, μία τις ἐσῄει μηχανὴ , δι' ἧς ᾤετο τὴν ἐκείνου ἀρχὴν, ὡσεί τινα πέλεκυν τῷ αὐχένι προσεπικειμένην , ἀποσκευάσασθαι βʹ. Τὸν Μαριανὸν οὖν εἰσκαλέσας, ἄνδρα μὲν τῷ τῶν πατρικίων τετιμημένον ἀξιώματι καὶ τῶν Ἰταλικῶν στρατευμάτων ἤδη κατάρξαντα, εὐρίπιστον δὲ τὴν ἄλλως καὶ θερμουργὸν, ἐξεῖπε τὸ ἀπόῤῥητον, ἐν παραβύστῳ που κοινολογησάμενος, καὶ, εἴ μοι,