Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
39 Τῇ δὲ ἑξῆς μεταπέμπεται ἡμᾶς ὁ Κουβικουλάριος Ἀμάντιος διὰ δύο δεκανῶν ἀπελθεῖν εἰς τὸ παλάτιον, καὶ ἀναστάντες σπουδῇ ἐπορεύθημεν. Εὕραμεν δὲ αὐτὸν περιμένοντα ἡμᾶς, καὶ λαβὼν τοὺς δύο ἐπισκόπους εἰσήγαγεν πρὸς τὴν αὐγοῦσταν Εὐδοξίαν. Ὡς δὲ ἐθεάσατο αὐτούς, προησπάσατο εἰποῦσα· Εὐλογήσατε, πατέρες, κἀκεῖνοι δὲ προσεκύνησαν αὐτήν. Ἐκαθέζετο δὲ ἐπὶ χρυσῆς κλίνης, καὶ λέγει αὐτοῖς· Σύγγνωτέ μοι, ἱερεῖς τοῦ Χριστοῦ, διὰ τὴν ἐπικειμένην μοι ἀνάγκην τῆς γαστρός· ἐχρεώστουν γὰρ εἰς τὸ πρόθυρον ὑπαντῆσαι τῇ ὑμῶν ὁσιότητι. Ἀλλὰ διὰ τὸν κύριον εὔξασθε ὑπὲρ ἐμοῦ, ἵνα ἀπόθωμαι τὸ ἐν τῇ γαστρὶ μετὰ φιλανθρωπίας. Οἱ δὲ ὁσιώτατοι ἐπίσκοποι θαυμάσαντες τὴν συγκατάβασιν αὐτῆς εἶπαν· Ὁ εὐλογήσας τὴν μήτραν τῆς Σάρας καὶ τῆς Ῥεβέκκας καὶ τῆς Ἐλισάβετ εὐλογήσει τὸ ἐν τῇ γαστρί σου καὶ ζωώσει.
40 Ὡς δὲ καὶ ἄλλα ῥήματα πνευματικὰ ἐλάλησαν, λέγει αὐτοῖς· Ἔγνων διὰ τί ἐσκύλητε· προεδίδαξέν με γὰρ Ἀμάντιος ὁ καστρήσιος. Εἰ δὲ καὶ ὑμεῖς θέλετέ με διδάξαι, κελεύσατε, πατέρες. Ἐπιτραπέντες δὲ ἅπαντα τὰ κατὰ τοὺς εἰδωλομανεῖς ἐδίδαξαν, πῶς ποιοῦσιν ἀφόβως τὰ ἀνόσια καὶ πῶς καταδυναστεύουσι τοὺς Χριστιανούς, μὴ συγχωροῦντες μετελθεῖν ὀφφικίων πολιτικῶν μηδὲ τὰ χωρία αὐτῶν γεωργηθῆναι, ἐξ ὧν τὰ δημόσια τελοῦσιν τῷ ὑμετέρῳ κράτει. Ἀκούσασα δὲ ἡ βασίλισσα εἶπεν· Μὴ ἀθυμήσητε, πατέρες· ἐλπίζω γὰρ εἰς τὸν δεσπότην Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πείθω τὸν βασιλέα ποιῆσαι τὰ πρέποντα τῇ ἁγίᾳ ὑμῶν πίστει καὶ ὑμᾶς τεθεραπευμένους ἔνθεν ἀπολῦσαι. Ἀπέλθατε οὖν γενέσθαι ἑαυτῶν (ἐστὲ γὰρ ἀπὸ κόπου) καὶ εὔξασθε ἵνα συνεργήσῃ ὁ θεὸς τῇ αἰτήσει μου. Εἰποῦσα δὲ ταῦτα ἐκέλευσεν χρήματα ἐνεχθῆναι, καὶ λαβοῦσα ἀνὰ τρεῖς δράκας δέδωκεν τοῖς ὁσιωτάτοις ἐπισκόποις εἰποῦσα· Λάβετε τέως ταῦτα εἰς δαπανήματα. Οἱ δὲ ἐπίσκοποι δεξάμενοι, καὶ πολλὰ αὐτὴν εὐλογήσαντες ἐξῆλθον. Ἐξερχόμενοι δὲ τὰ πολλὰ τῶν νομισμάτων διέδωκαν τοῖς ἐφισταμένοις ταῖς θύραις δεκανοῖς, ὡς ὀλίγα μετ' αὐτῶν ὑπολειφθῆναι.
41 Ἡ δὲ βασίλισσα, εἰσελθόντος τοῦ βασιλέως πρὸς αὐτήν, ἐδίδαξεν αὐτὸν τὸ κατὰ τοὺς ἐπισκόπους πρᾶγμα, ᾔτει δὲ αὐτὸν καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων Γάζης. Ὁ δὲ βασιλεὺς ἀκούσας ἐδυσχέρανεν εἰπών· Οἶδα ὅτι ἡ πόλις ἐκείνη κατείδωλός ἐστιν, ἀλλ' εὐγνωμονεῖ περὶ τὴν εἰσφορὰν τῶν δημοσίων πολλὰ συντελοῦσα. Ἐὰν οὖν αἰφνιδιάσωμεν αὐτοὺς τῷ φόβῳ, φυγῇ χρήσονται καὶ ἀπόλλομεν τοσοῦτον κανόνα. Ἀλλ' εἰ δοκεῖ, κατὰ μέρος θλίβομεν αὐτούς, περιαιροῦντες τὰς ἀξίας τῶν εἰδωλομανῶν καὶ τὰ ἄλλα πολιτικὰ ὀφφίκια, καὶ κελεύομεν τὰ ἱερὰ αὐτῶν κλεισθῆναι καὶ μηκέτι χρηματίζειν. Ἐπὰν γὰρ θλιβῶσιν εἰς πάντα στενούμενοι, ἐπιγινώσκουσιν τὴν ἀλήθειαν· τὸ γὰρ ὑπερβολὴν ἔχον αἰφνίδιον βαρὺ τοῖς ὑπηκόοις. Ἡ δὲ βασίλισσα ἀκούσασα ἐλυπήθη σφόδρα (ἦν γὰρ θερμὴ περὶ τὴν πίστιν), οὐκ ἀπεκρίθη δὲ τῷ βασιλεῖ ῥῆμα ἢ τοῦτο· Ὁ κύριος ἔχει βοηθῆσαι τοῖς δούλοις αὐτοῦ τοῖς Χριστιανοῖς, κἂν θέλωμεν ἡμεῖς κἂν μὴ θέλωμεν. Ταῦτα διηγήσατο ἡμῖν ὁ θεοσεβὴς Ἀμάντιος ὁ κουβικουλάριος.
42 Τῇ δὲ ἑξῆς μετεπέμψατο ἡμᾶς ἡ αὐγοῦστα, καὶ κατὰ τὸ ἔθος προασπασαμένη τοὺς ὁσίους ἐπισκόπους, ἐπέτρεψεν καθίσαι. Μετὰ δὲ τὸ λαλῆσαι πολλοὺς λόγους πνευματικοὺς λέγει αὐτοῖς· Ἐλάλησα τῷ βασιλεῖ καὶ μικρὸν ἐδυσχέρανεν. Ἀλλὰ μὴ ἀθυμήσητε· θεοῦ γὰρ θέλοντος, οὐκ ἔχω παύσασθαι ἕως ὅτε πληρωθῆτε καὶ ἐξέλθητε ἀνύσαντες τὸν κατὰ θεὸν ὑμῶν σκοπόν. Οἱ δὲ ἐπίσκοποι ἀκούσαντες προσεκύνησαν. Κατανυγεὶς δὲ ὁ ἐν ἁγίοις Πορφύριος ὁ ἡμέτερος, ἀναμνησθεὶς τοῦ λόγου τοῦ τρισμακαρίου Προκοπίου τοῦ ἀναχωρητοῦ, εἶπεν τῇ βασιλίσσῃ· Κοπώθητι, δέσποινα, διὰ τὸν Χριστόν, καὶ αὐτὸς ἔχει χαρίσασθαί σοι ἀντὶ τοῦ κόπου σου υἱὸν ὅστις ζήσει καὶ βασιλεύσει σοῦ ὁρώσης καὶ ἀπολαυούσης ἐπὶ ἔτη πολλά. Ἀκούσασα δὲ ἡ βασίλισσα τοῦ λόγου, ἐπλήσθη χαρᾶς καὶ ἐγένετο τὸ