(ἦν δὲ οὗτος τοῖς μοναχοῖς μὲν κατειλεγμένος ἐκτομίας, δόξῃ δὲ διεπτοημένος καὶ διὰ τοῦτο προσηλωμένος τοῖς μὴ προσήκουσι) συνάρασθαι τούτῳ τοῦ πρὸς τοὺς ἐναντίους πολέμου. συναγηοχὼς οὖν οὗτος τοὺς ὅλους, ἁδρᾷ δυνάμει διαβαίνει τὸν ὑπερανεστηκότα βουνὸν καὶ οἷον μεθόριον κείμενον τῆς τε Μακεδονικῆς καὶ τῶν περὶ τὸν Ἴστρον χωρῶν, ὃς καὶ Ζυγὸς διὰ τοῦτο τοῖς ἐπιχωρίοις κατονομάζεται καὶ στενωποὺς ἔχει πολλοὺς, οὓς ὁ δημώδης λόγος κλεισούρας καλεῖν παρέλαβε. καὶ περὶ τὴν μεγάλην Πραισθλάβαν διημερεύσας τὰ πρὸς τὸν πόλεμον ηὐτρεπίζετο, βουλευτήριον καθίσας καὶ περὶ τῶν εἰκότων δημηγορῶν. ὁ δὲ βασιλεὺς τὴν 38 τοῦ μέλλοντος εὐλαβούμενος ἔκβασιν, εἴτε καὶ συμβουλαῖς ἑτέρων πεισθείς, διὰ γραμμάτων παρῄνει τῷ ἀνδρὶ μὴ συμβαλεῖν πόλεμον, εἰ οἷόν τε ἐστί, πρᾶγμα δυσμήχανον αὐτῷ ὑποθείς· ἀγχιθύρου γὰρ τῆς μάχης καθεστώσης ἀδύνατον ἦν ἀμογητὶ καὶ κινδύνου χωρὶς ἀπαλλαγῆναι ἐκεῖθεν. καὶ ὁ μὲν τὸ ἧττον κακὸν αἱρούμενος, ἢ μᾶλλον εἰπεῖν ἀμφίβολον, πρὸς μάχην ἑώρα, καὶ δῆλος ἦν πᾶσι τοῦτο σκοπῶν καὶ διανοούμενος· ὁ δὲ τῶν Βουλγάρων σατράπης, φθόνῳ κατεστρατηγημένος καὶ δόλῳ (καὶ γὰρ λέγεται μετὰ τῶν ἄλλων καὶ τοῦτο τὸ πάθος τοὺς πλείονας τῶν ἐκτομιῶν ὡς ἐπίπαν παρενοχλεῖν), προφάσεως ἐκ τοῦ βασιλικοῦ δραξάμενος ὁρισμοῦ οὐκ ἀνίει τὴν φυγὴν ἀσύντακτον προτρεπόμενος καὶ τὸ συνοῖσον τοῖς πᾶσι τὸ ἑαυτοῦ προτιθέμενος βούλημα, ἵνα μή, φησὶν (ἐπεψιθύριζε γὰρ πρὸς τοὺς παρόντας λαθραίως), τοῖς ὅπλοις τῆς ἑαυτοῦ ἡγεμονίας μέγας ὁ παρὰ βασιλέως δόξῃ πεμφθείς, καὶ τοσοῦτον ἔργον κατωρθωκὼς ἐπιφημισθῇ καὶ καταγάγοι τὸν θρίαμβον. ἔλαθε δὲ τὸ ξίφος ὠθῶν, ὡς ὁ λόγος, καθ' ἑαυτοῦ, καὶ τήνδε τὴν γνώμην ἀληθιζομένην δεικνύς, ὅτι φθόνος οὐκ οἶδε προτιμᾶν τὸ συμφέρον· σκοπῶν γὰρ ὅπως ἑτέρου τὴν νίκην ἀφαρπάσῃ, περὶ τῆς ἑαυτοῦ σωτηρίας ἀπροόπτως οὐ διεσκόπησεν. ὡς γὰρ ἐκράτησεν ἡ γνώμη τούτου τὸν πόλεμον ἀπαναινομένου, περὶ λύχνων ἁφὰς αἵ τε σκηναὶ περιῃροῦντο καὶ συσκευασάμενος ἕκαστος τῆς οἴκοι 39 φερούσης ἥπτετο. οἱ δὲ Σκύθαι προεγνωκότες τὴν τῶν Ῥωμαίων προαίρεσιν παρὰ τῶν ἑαλωκότων αὐτοῖς, προκαταλαμβάνουσιν τὰς ἐξόδους, καὶ τούτους ἀσυντάκτους εὑρόντες πολὺν φόνον αὐτῶν εἰργάσαντο, καὶ κατὰ κράτος αὐτοὺς καταγωνισάμενοι καὶ μέχρι πολλοῦ συνδιώξαντες, καὶ τοὺς τούτων νεκροὺς σκυλεύσαντες, οὓς δὲ καὶ ζῶντας ἑλόντες, τὴν προτέραν ἧτταν ἀνεκαλέσαντο καὶ πρὸς εὐετηρίαν ἑαυτοὺς ἀνεκτήσαντο. ὁ δὲ τῶν Βουλγάρων ἀρχηγός, ὁ τὴν αἰτίαν τοῦ μὴ κροτηθῆναι τὸν πόλεμον συνεισενεγκὼν καὶ φθόνῳ τὸ πᾶν σκαιωρήσας τῆς χαλεπότητος, ἀγερώχῳ τινὶ καὶ θρασεῖ κατεποχούμενος ἵππῳ, καὶ τοῖς τούτου ποσὶ ἀνάλωτος εἶναι θαρρῶν, περιτυγχάνει διώρυγι, καὶ τοῦ ἵππου ταύτῃ ἀεροβατῆσαι οἱονεὶ βουληθέντος ἐκτρέπεται τῆς ἕδρας αὐτός, καὶ πτῶμα τῇ γῇ καταφέρεται δύστηνον. καί τινες τῶν Σκυθῶν ἐπικαταλαβόντες αὐτὸν λόγχῃ τοῦτον διαχειρίζονται, πύματον ἄρτι μαθόντα ὡς ὁ φθόνος ἐξ ἅπαντος ὑφίσται περὶ τὴν γραφήν, καὶ φθόρου γεννητικὸς εἴτε τοῦ γεννήτορος εἴθ' ἑτέρων συνενηνεγμένων αὐτῷ καθέστηκε. Τότε δή, τότε, κατὰ τὴν νύκτα τῆς ἀσυντάκτου φυγῆς, ἐκ τῆς κατασκοπῆς ὁ Βοτανειάτης τὸ πραττόμενον ἀτύχημα καὶ τὰ παρ' ἐλπίδα τῇ Ῥωμαίων δυσβουλίᾳ συμβεβηκότα θεώμενος, ἀνίας τε πολλῆς ἐπλήσθη καὶ τῆς κακονοίας τοὺς οὕτω συμβουλεύσαντας ἐταλάνισεν. εἶτα τοῖς ἀμφ' αὐτὸν 40 παρεκελεύσατο μὴ δίκην προβάτων ἀπ' ἀλλήλων διασκεδασθῆναι, καθὼς οἱ λοιποὶ στρατιῶται ποιοῦντες ὀπτάνονται, καὶ νῶτα δοῦναι τοῖς πολεμίοις καὶ σκοποὺς ἑαυτοὺς θέσθαι τῶν Σκυθικῶν τοξευμάτων, ἀλλὰ παρ' αὐτῷ μένειν καὶ σχολαίως ἕπεσθαι μετὰ καρτεροῦ τοῦ συντάγματος, ὡς δυναμένου τούτου τοῖς ἐναντίοις ἰσχυρῶς ἀνταμύνασθαι. οἳ δὴ καὶ συμφρονήσαντες ἅμα καὶ τῇ ἀνδρίᾳ τούτου