συγγνώμης ἐν τῷ μετανοεῖν ἀξιοῦσθαι. Εἰ σῶμα ἡ ψυχὴ κατά τινας τῶν παλαιῶν, τί ἐστὶ τὸ συνέχον αὐτήν; πᾶν σῶμα τριχῇ διαστατόν, οὐ μὴν καὶ ἀνάπαλιν. καὶ γὰρ ὁ τόπος καὶ τὸ ποιὸν ἀσώματα μέν εἰσι καθ' αὑτά, κατὰ συμβεβηκὸς δ' ἐν ὄγκῳ ποσοῦται. καὶ ἡ ψυχὴ καθ' αὑτὴν μὲν ἀδιάστατος, κατὰ τὸ δ' ἐν ᾧ ἐστι συνθεωρεῖται τριχῇ διαστατή. πᾶν σῶμα ἢ ἔξωθεν κινεῖται, ὡς τὰ ἄψυχα, ἢ ἔνδοθεν, ὡς τὰ ἔμψυχα. εἰ σῶμα ἡ ψυχή, ἢ ἔμψυχόν ἐστιν ἢ ἄψυχον. ἔτι ἡ ψυχὴ λόγοις τρέφεται· οὐδὲν δὲ σῶμα ἀσωμάτῳ τρέφεται. εἰ αἷμα ἡ ψυχή, ὅταν μέρος ἀπορρυῇ τοῦ αἵματος, μέρος ἀπορρεῖ τῆς ψυχῆς. καὶ τὸ ἧπαρ καὶ ὁ ἐγκέφαλος εἰ ἐκλείψουσι τέλος ἐπάγουσι τῷ ζῴῳ· λοιπὸν καὶ ταῦτα ψυχαί. οὐδὲ τὸ ὕδωρ ψυχή· ἀετὸς γὰρ καὶ πέρδιξ καὶ μὴ πίνοντες δύνανται ζῆν. οὐδὲ πνεῦμα· πολλὰ γὰρ οὐκ ἀναπνεῖ καὶ ζῇ, ὡς τὰ μὴ πνεύμονα ἔχοντα. Χρύσιππος «οὐκ ἐφάπτεται» φησίν «ἀσώματον σώματος, καὶ λοιπὸν {οὐ} σῶμα ἡ ψυχή». ἡ <δὲ> γραμμὴ ἀσώματος οὖσα ἐφάπτεται σώματος, ὁμοίως καὶ ἡ λευκότης. Σιμμίας φησὶ τὴν ψυχὴν ἁρμονίαν. ἀλλ' ἡ ἁρμονία οὐ δέχεται ἁρμονίαν καὶ ἀναρμοστίαν, ἡ δὲ ψυχὴ ἀρετὴν καὶ κακίαν. ἔτι δὲ εἰ ἡ ψυχὴ κρᾶσις, ἐναλλάττονται δὲ αἱ κράσεις, ἐναλλαγεῖεν μὲν καὶ αἱ ψυχαί. ἄλλο τὸ κρατοῦν καὶ ἄλλο τὸ κρατούμενον, ἄλλο ἄρα κρᾶσις καὶ ἄλλο ψυχή. Πρώτη ἐντελέχεια ὀφθαλμοῦ ἡ {πρώτη} ὄψις, δευτέρα ἡ ἐνέργεια καθ' ἣν ὁρᾷ. ὡς γοῦν ἡ ὄψις τελειοῖ τὸν ὀφθαλμόν, <οὕτως> καὶ ἡ ψυχὴ τὸ ζῷον. Εἰ ἡ κουφότης καὶ ἡ βαρύτης κίνησις, οὐδέποτ' ἂν ἵστατο τὰ κοῦφα καὶ τὰ βαρέα. οὐ τὸ κατὰ φύσιν κινούμενον ἤδη καὶ κατὰ φύσιν ἠρεμεῖ. καὶ γὰρ ἥλιος καὶ κόσμος οὐ κατὰ φύσιν ἠρεμεῖ. 25 Οὐκ ἔστιν ἡ ψυχὴ ἀριθμός. ἡ γὰρ ψυχὴ οὐσία, ὁ δὲ ἀριθμὸς ποσόν. ἔτι ἡ ψυχὴ συνεχής, ὁ δ' ἀριθμὸς οὐ συνεχής. μίαν φησὶν τοῦ παντὸς ψυχὴν ὁ Πλάτων, τὰς δὲ κατὰ μέρος διαφόρους· κατ' εἶδος ζῴου καὶ ψυχῆς εἶδος λέγει. <εἰ> ἡ ψυχὴ οὔτε σῶμα οὔτε συμβεβηκός, λείπει <ὅτι> ἀσώματός ἐστι καὶ ἄφθαρτος κατὰ τοὺς θείους πατέρας. Ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν λέγεται, οὐκ ἀλλοίωσις δέ. ὥσπερ ὁ ἥλιος τὸν ἀέρα εἰς φῶς μεταβάλλει ἀσύγχυτος αὐτὸς μένων, οὕτω καὶ ἡ ψυχὴ ἐν τῷ σώματι· παρὰ τοσοῦτον δὲ τὸ διάφορον, ὅτι ὁ ἥλιος ἐν τόπῳ περιγράφεται. οὐ κρατεῖται ἡ ψυχὴ ὑπὸ τοῦ σώματος, ἀλλὰ μᾶλλον κρατεῖ. καὶ τὸ σῶμα ἐν τῇ ψυχῇ ἐστι· διὰ παντὸς γὰρ σώματος χωροῦσι τὰ νοητὰ ἀκωλύτως. ἡ ψυχὴ ἐν ἑαυτῇ μέν ἐστιν ὅταν λογίζηται, ἐν τῷ νοῒ ὅταν νοῇ, ἐν τῷ σώματι δὲ ὡς ἐν σχέσει καὶ {ἐν} τῷ παρεῖναι, ὡς λέγεται καὶ ὁ θεὸς ἐν ἡμῖν. δεδέσθαι φαμὲν ὑπὸ τοῦ σώματος τὴν ψυχὴν ὡς ὑπὸ τῆς ἐρωμένης τὸν ἐραστήν. οὐ σωματικῶς οὐδὲ τοπικῶς, ἀλλὰ κατὰ σχέσιν δέδεται ἡ ψυχὴ τῷ σώματι· τὸ γὰρ ἀμερὲς οὐκ ἐν τόπῳ. λέγει Εὐνόμιος ὡς αἱ θεῖαι δυνάμεις ἡνώθησαν ταῖς δυνάμεσι τοῦ σώματος ἤγουν ταῖς αἰσθήσεσι, καὶ τοῦτο δοξάζει σάρκωσιν. χρὴ δὲ νοεῖν ὡς κατὰ τὴν οἰκείαν φύσιν τῶν ἀσωμάτων ἀσυγχύτως γίνεται ἡ ἕνωσις τῶν οὐσιῶν, μὴ καταβλαπτομένης τῆς θειοτέρας ἐκ τῆς ὑποδεεστέρας. ἡ γὰρ καθαρὸς ἀσώματος φύσις ἀκωλύτως χωρεῖ διὰ πάντων, δι' αὐτῆς δ' οὐδέν. οὐκ εὐδοκία τοίνυν ὁ τρόπος τῆς ἑνώσεως· τὸ γὰρ ἀναλαβεῖν σῶμα εὐδοκίας, τὸ δὲ μὴ σύγχυσιν γενέσθαι φύσεως θείας. Τὰ ἔναιμα ἐκ τῶν <τεττάρων> χυμῶν, τὰ δ' ἄναιμα ἐκ τῶν ἄλλων χυμῶν καὶ ἐκ τοῦ ἀναλογοῦντος αἵματι. Ἀριστοτέλης τὰ ζῷα προσεχῶς ἐξ αἵματός φησι γίνεσθαι καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ τὸ σπέρμα ἐξ αἵματος. ὁ δ' Ἱπποκράτης λέγει ἐκ τῶν τεττάρων, ἵν' ἐκ τῶν γεωδεστέρων τὰ στερεώτερα γίνωνται, ἐκ δὲ τῶν μαλακωτέρων τὰ μαλακά. ποτὲ καὶ οἱ τέτταρες εὑρίσκονται ἐν τῷ αἵματι ἐν ταῖς φλεβοτομίαις, ὅθεν καὶ δοκοῦσιν ἐν τούτῳ συμφωνεῖν. 26 Αἱ τέτταρες ποιότητες ἐν τοῖς στοιχείοις εἰσὶ καὶ οὐ καθ' αὑτάς. τὸ στοιχεῖον ἁπλοῦν σῶμά ἐστιν κατ' ἐνέργειαν ἔχον ἄκρας τὰς ποιότητας. ἕκαστον τῶν στοιχείων ἀποβαλὸν μίαν τῶν ποιοτήτων ἕτερόν τι γίνεται κατὰ σύγκρισιν καὶ