πάντες, πρὸς οὓς διαφερόμεθα, τὰς συγχύσεις ἢ τὰς διαιρέσεις ἐπρέσβευσαν. τί γὰρ κοινὸν ὕλῃ καὶ ἰδέαις πρὸς τὰ ἡμέτερα δόγματα; ἀλλ' ἐπειδὴ ταύτας μὲν Πλάτων εἰσήνεγκε, τὴν δὲ ὕλην Ἀριστοτέλης ἄναρχον ἀπεφήνατο, τῆς ἐκκλησίας εἰκότως ἀλλοτριοῦμεν. καὶ τὴν μὲν Στοὰν διασείομεν, ὅτι μηδὲν ἀσώματον παρεδέξατο· καὶ τὴν Ἐμπεδοκλέους ἀνάγκην καὶ τὴν Ἡρακλείτου εἱμαρμένην καὶ τὸ αὐτόματον Ἐπικούρου καὶ Πυθαγόρου τὴν μετεμψύχωσιν καὶ τὴν ἄλλην Ἑλληνικὴν τερθρείαν ἀποβαλλόμεθα. καὶ οὐκέτι πολυπραγμονοῦμεν, εἰ ἔννους ὁ κόσμος καὶ ὁ οὐρανὸς ἔμψυχος, ἀλλὰ κἂν ἀποδεικνύειν δοκῶσι, κἂν αὐτὰ τὰ πράγματα φέροντες δεικνύωσι, τοὺς ὀφθαλμοὺς ἐπιμύομεν. εἰ τοίνυν αἱρέσεις τὰ τοιαῦτα ὀνομάζομεν δόγματα καὶ αἱρεσιάρχας τοὺς τούτων εἰσηγητάς, τοὺς τὸ ἀξίωμα τοῦ πνεύματος ἀθετήσαντας οὐδὲν ἧττον ἢ Μακεδόνιος, τίνα ἂν ἀξιώσαιμεν τῆς προσηγορίας; ἢ τὸν τούτοις κεκοινωνηκότα δεσπότην ποίας θήσομεν τάξεως ἢ ποίαις τοῦτον εὐφημίαις ἀναδησόμεθα; οὐ δῆλον αἷς οἱ μυσταγωγοὶ τούτων κεκόσμηνται; Ἀλλ' ὅ με μικροῦ διέλαθε, τοῦτο προσθήσω τοῖς εἰρημένοις, ὁμολογουμένην ἀρχὴν εἰληφώς, ὅτι πᾶς δαίμων καὶ σκότος ἐστὶν καὶ φῶς ὑποκρίνεται καὶ εἰς ἑαυτὸν περισπῶν τὸ τοῦ σεβάσματος κράτος οὐ παρρησιάζεται τὴν βλασφημίαν, ἀλλ' οἷα δὴ τεχνίτης καὶ σοφιστὴς ἄντικρυς μεθοδεύει τὴν ἐπιχείρησιν καὶ ἐπικαλύπτει τὴν κακεντρέχειαν, ἵν' ἕλοι τὴν πρώτην τὸν ἀπατώμενον, εἶτα δὴ ὡς εὐκαθαίρετον τειχίον πολιορκήσῃ καὶ παραστήσηται. θεὸν γοῦν τὰ πρῶτα ὁμολογεῖ καὶ ἄναρχον ἀρχὴν τίθεται, τὰς οἰκείας καὶ συνήθεις τοῖς προσαγομένοις φωνὰς ἀφιείς, ἵν' ὡς γνησίῳ τῷ ἀλλοτρίῳ προσδράμωσι καὶ τῆς ἐκείνου διδασκαλίας ἑαυτοὺς ἀναρτήσωσι. τῇ δὲ μητρὶ τοῦ λόγου καὶ μάλα μαχόμενος καὶ τῷ σταυρῷ πολεμῶν δι' οὗ καταλέλυται, ἐκείνην τε σεμνύνει τῷ λόγῳ καὶ τούτῳ ἑαυτὸν καταγράφει, οἶδε γὰρ ὡς οὐκ ἂν ἄλλως παραδεχθείη τῶν ἀπατωμένων ταῖς ἀκοαῖς, εἰ μὴ τοιαῦτα πρῶτον σοφίσεται. εἰ μὲν οὖν ἔχει τις τὸ τῆς διακρίσεως χάρισμα καὶ γεγύμνασται τὰ τῆς ψυχῆς αἰσθητήρια πρὸς τὴν κατανόησιν τοῦ χείρονος καὶ βελτίονος, ἔγνωκέ τε τοῦτον εὐθὺς χαρακτηρίσας καὶ τοῖς εἴδεσι καὶ τοῖς σχήμασιν, εἰ ἐμμένει τούτοις, εἰ παραλλάττει, εἰ τίθησιν ἱλαρὰν τὴν τοῦ προσομιλοῦντος ψυχήν, καὶ ἀπελέγξας αὐτῷ τὴν ὑπόκρισιν πόρρω τε γίνεται καὶ τὴν ἀπάτην ἀποδιδράσκει. εἰ δ' οὖν, τὸ τοῦ δόλου καταπιὼν ἄγκιστρον ἑάλωκεν ἔσωθεν καὶ ἀπὸ τῆς ψυχῆς ἤρτηται ἀσπαλιέως ἀγκυροβολίοις ἐκκρεμασθείς. τοῦτο γοῦν καὶ οἱ Χιῶται καὶ ἡ ∆οσιθέα καὶ ὁ μέγας δεσπότης καταπεπώκασι καὶ ἀπῃωρημένοι κάτωθεν ἠγνοήκασιν. ἠπατήκασι γὰρ αὐτοὺς οἱ μάρτυρες παραγόμενοι καὶ τὰ κλαυθμυρίζοντα νήπια καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης χειραγωγῶν τὴν μητέρα καὶ-τοιοῦτον μὲν τῆς ἀπάτης τὸ δέλεαρ, ὁ δὲ κύρτος, τὸ δὲ ἕρκος-ἡ πολύθλιβος μήτηρ καὶ ἡ ἁγία τριὰς ἡ πᾶσαν φύσιν δημιουργήσασα τόπῳ περιγραφομένη καὶ τοῖς θεαταῖς ἐγγύς που προβαίνουσα· καὶ ἡ τοῦ λόγου μήτηρ, τὰ μὲν τὸν υἱὸν λιτανεύουσα, τὰ δὲ ἐπαγγελλομένη, τὰ δὲ τῷ μύστῃ διδοῦσα καὶ πατριάρχῃ. ἀλλ' οὐ τοιαῦτα, ὦ βέλτιστε σύ, τὰ τῆς θεοφανείας μυστήρια οὐδὲ οὕτως ἀνθρωπικά τε καὶ φλύαρα, μᾶλλον δὲ κοινά τε καὶ χαμερπῆ. οὐδὲ τοιαύτας ἡ παρθένος καὶ μήτηρ ἀφίησι τὰς φωνάς. ἑταιρίδων γὰρ μᾶλλον ἢ παρθένου τὰ τοιαῦτα ῥήματα ταῖς ἐν γειτόνων προσφθεγγομένων· "εὖ ὑμῖν τὸ περίορθρον· ἀβάσκαντά σοι· διημερεύσοις καλῶς· ἐμφύσησον δὶς τῷ κυπέλλῳ· ἀγαθόν μοι ὅτι τὴν σελήνην ἰδοῦσα μηνοειδῆ εὐθύς σε τεθέαμαι." τοιούτων ἀπόζει λήρων τὸ τῆς ∆οσιθέας μυστήριον. καὶ μὴ γέ τις ἐπιγελῴη μόνον τοῖς ῥήμασιν ὡς γραώδεσι· ταῦτα γὰρ ὑποτρέχων ὁ πονηρὸς κατὰ τῶν ὑποδεξαμένων ψυχῶν τὰ τῆς πλάνης ἵστησι τρόπαια. Βούλει τὴν καθαρὰν γνῶναι καὶ ἀκίβδηλον θεοφάνειαν; ἄκουσον τοῦ Ἡσαΐου φωνοῦντος περὶ τοῦ θρόνου τοῦ ὑψηλοῦ