κελευσμάτων; ὁ παλαιὸς νομοθετεῖ νόμος τὸ μὴ μοιχεύειν, ἀλλ' ὁ παρὼν καὶ καθ' ἡμᾶς, ὁ τῶν εὐαγγελίων, καὶ πᾶσαν ἐγκελεύεται τέμνειν ἐπιθυμίαν· ἐκεῖνος δ' αὖ ἀπέχεσθαι νομοθετεῖ τοῦ φόνου, ὁ δὲ μηδ' ὅλως πρὸς ὀργὴν κινεῖσθαι δογματίζει. ἂν δὲ ζητῇς καὶ πρόβατον καὶ σάββατον καὶ πάσχα, τὰς φανερὰς καὶ σαρκικὰς ἐκείνου διατάξεις, καὶ ταῦθ' εὑρήσεις ἐνταυθοῖ πνευματικῶς ἐγκύπτων· ἡ πέτρα γὰρ πνευματικὴ καὶ χοϊκὸς ὁ τοῖχος. Ἀλλ' ἀκουσώμεθα λοιπὸν καὶ τῶν ἑξῆς ῥημάτων· ἀπόκρισιν γὰρ δίδωσιν ἡ νύμφη τῷ νυμφίῳ. δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία [2, 14]. Εἰ καί τί μοι προσομιλεῖς, φησί, καλὲ νυμφίε, διά τινων προφητικῶν καὶ νομικῶν βιβλίων, ἀλλ' ὡς ἐξόν μοι βλέψαι σε καὶ σῆς φωνῆς ἀκοῦσαι, ἀκούτισόν με τὴν φωνὴν καὶ δεῖξόν μοι τὴν θέαν. ὡς γὰρ ἡδεῖα πέφυκεν, οὕτω καὶ γλυκυτάτη ἡ σὴ φωνὴ προφητικῶς ἡμῖν ἐνηχουμένη, κἀντεῦθεν ἥν σου βλέπομεν ὄψιν ὡς ἐν κατόπτρῳ ὡραιοτάτη πέφυκε καὶ πανευειδεστάτη, τοιοῦτόν τι καθέστηκε τὸ κάλλος τῆς σῆς θέας καὶ τῆς φωνῆς ὁ γλυκασμὸς ἀμέσως δεδειγμένος. Ἤκουσε τὴν παράκλησιν τῆς νύμφης ὁ νυμφίος, καὶ μέλλων ὥσπερ ἑαυτὸν εἰς τοὐμφανὲς δεικνύειν πρῶτον εἰς ἄγραν παρορμᾷ τοὺς θηρευτάς, καὶ λέγει· πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν [2, 15]. Ὢ τῆς φρικτῆς καὶ φοβερᾶς τοῦ λόγου δυναστείας, ὢ παναλκοῦς δυνάμεως, ὢ κράτους ἀπορρήτου. κελεύει γὰρ τοῖς θηρευταῖς, τοῦτ' ἔστι τοῖς ἀγγέλοις, ὥσπερ ἀλώπεκάς τινας μικρὰς δυστηνοτάτας θηρεῦσαι καὶ συναγαγεῖν, κρατῆσαι καὶ δεσμεῦσαι τὴν πᾶσαν ἀποστατικὴν δύναμιν τῶν δαιμόνων. τὸν δράκοντα τὸν μέγιστον, τὴν ἀποστάτιν φύσιν, ὃς ἐνεδρεύει καθ' ἡμῶν ὡς λέων ἐν τῇ μάνδρᾳ, τὸν κοσμοκράτορα σατᾶν, τοῦ σκότους τὸν προστάτην, τὸν ᾅδην τὸν πλατύνοντα τὸ στόμα τὸ ζοφῶδες, τὸν ἔχοντα καὶ φέροντα τὸ κράτος τοῦ θανάτου, τὸν ἐγκαυχώμενον λαβεῖν ὡς νοσσιὰν στρουθίου τὴν οἰκουμένην ξύμπασαν καὶ ταύτην ἀφανίσαι ὥσπερ ᾠά τινα σαθρὰ καταπεφρονημένα, τὸν ἐξαλείφειν θέλοντα τοὺς ὅρους τῆς θαλάσσης, τὸν ἐν νεφέλαις λέγοντα τὸν θρόνον καθιδρῦσαι, οὗπερ χαλκαῖ μὲν αἱ πλευραὶ καὶ σιδηρᾶ δ' ἡ ῥάχις, ἔγκατα δ' ὥς φασιν αὐτοῦ σμυρίτης ἄλλος λίθος, αὐτὸν τὸν ὄφιν τὸν δεινόν, τὸν γέροντα, τὸν μέγαν, καὶ πᾶσαν ἄλλην δύναμιν δαιμόνων ἐναντίαν ἡ δύναμις ὠνόμασε τῆς ὄντως δυναστείας ὡς ἀλωπέκια μικρὰ καὶ δολερὰ τῇ φύσει. τοὺς γοῦν μικροὺς ἀλώπεκας, φησί, κρατήσατέ μοι ὡς βλαπτικοὺς τυγχάνοντας ψυχῶν τῶν ἀνθρωπίνων· ἀμπέλους γὰρ ὡς ἀληθῶς ταύτας ἐννόει μόνας. Ἀλλ' ἴδωμεν καὶ τί φησιν ἡ νύμφη καὶ παρθένος. ἀδελφιδοῦς μου ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ [2, 16]. Ἰδού, φησίν, ἐβλέψαμεν ἀλλήλους οἱ ποθοῦντες. ἀλλ' ἐφεξῆς ἐκδυσωπεῖ λέγουσα τῷ νυμφίῳ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀπόστρεψον, ὁμοιώθητι, ἀδελφιδέ μου, τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων [2, 16-17]. Ὦ καλλιστότατε ποιμὴν τῶν λογικῶν θρεμμάτων, φησὶν ἡ νύμφη πρὸς αὐτὸν τὸν λόγον καὶ νυμφίον, ὃς τρέφεις σου τὰ πρόβατα ταῖς ἀρεταῖς ὡς κρίνοις, καὶ πάλιν φάνηθι δορκὰς ἢ καὶ νεβρὸς ἐλάφων, καὶ πάλιν νῦν ἐκζήτησον, ὥσπερ ἀνθυποστρέψας, ἅπερ ἐπήδας πρὸ μικροῦ τῶν κοιλωμάτων ὄρη· καὶ πᾶσαν ἐξαφάνισον δύναμιν ἐναντίαν καὶ καθομάλισον βουνοὺς τοὺς ἄγαν ἐπηρμένους. οὕτω γὰρ πληρωθήσεται σοῖς δρόμοις πᾶσα φάραγξ καὶ πᾶς ταπεινωθήσεται βουνὸς ὁ τῆς κακίας καὶ πᾶσαι κινηθήσονται σκιαὶ τῆς ἀθεΐας καὶ διαπνεύσειε βροτοῖς ἡμέρα σωτηρίας. ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου [3, 1]. Ὡς ὄντως ἀκατάληπτος ἡ σή, Χριστέ μου, φύσις. ἐπὶ τὴν κοίτην μου, φησί, τὴν ἄγαν προκοπήν μου, ἐν ᾗ καὶ φθάσασα λοιπὸν ἤλπισα καταπαῦσαι ὡς ἤδη τὴν ἀκρότητα