Χριστὸν πίστιν λογισθῆναι τὴν δικαιοσύνην *** [Rom. 4, 13] Εἰ μὲν γὰρ μηδεμία ἐπαγγελία πρὸς αὐτὸν ἢ τὸ σπέρμα | αὐτοῦ εἴρητο πρὸ τοῦ «Ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς 196 δικαιοσύνην» οὐκ ἂν ἐπηπορήσαμεν πῶς τὸ ἀποστολικὸν εἴρηται ὅτι «οὐ διὰ νόμου ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κλη ρονόμον αὐτ̣ὸν εἶναι κόσμ]ου ἀλλὰ διὰ δικαιοσύνης πίστεως». Νυνὶ δὲ εὑρίσκομεν ···········ως μαρτυρια̣ ἐπαγγελίαν αὐτῷ εἰρημένην ἣν νο‖μίζω λελέχθαι περὶ τοῦ κληρονόμον αὐτὸν εἶναι κόσμου *** οὐ διὰ νόμου δὲ ἡ Μελχισέδεκ ἐπαγγελία δέδοται αὐτῷ ὅτε ηὐλόγησεν αὐτὸν καὶ εἶπεν· «Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς | σου ὑποχειρίους σοι» *** τάχα τὰ μὲν πρὸ τοῦ «Ἐπίσ τευσεν Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην» δύνα ται ἐφαρμόζειν τῷ «Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου», τὰ δὲ μετὰ τὸ «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην» τῷ «Ἀλλὰ διὰ δικαιοσύνης πίστεως», ὁ|ποῖόν ἐστιν ····ε̣ος ἐπιφερόμενον τῷ «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην» *** [Rom. 4, 14-15] τὸ εὔλογον τῆς ἐκ πίστεως μᾶλλον ἢ ἐκ ν̣όμου δικαιοσύνης καὶ παρίστησιν φάσκων· Εἰ οἱ κληρονόμοι κληρονόμοι γίγνον ται οὐκ ἐκ πίστεως ἀλλ' ἐκ νόμου, δηλονότι κενὴ ἔσται ἡ πίστις, μηδενὸς δι' αὐτῆς πληρουμένου τῷ πεπιστευκότι, καὶ ἡ | διὰ πίστεως ἐπαγγελία γενο μένη ἔσται καταργουμένη τῷ τὴν κληρονομίαν μὴ ἀκολούθως τῇ ἐκ πίστεως ἐπαγγελίᾳ δίδοσθαι τῷ πεπιστευκότι ἀλλὰ τῷ τὸν νόμον πεπληρωκότι *** ὥσπερ δὲ ὁ πιστεύων εἰς Ἰησοῦν Χριστὸν πιστεύει εἰς τὸν πέμψαντα αὐτὸν 198 Θεόν, οὕτως ὁ πιστεύων Μωσεῖ πιστεύει εἰς τὸν Χριστόν, ὡς δῆλον ἐκ τοῦ «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐ|πιστεύετε ἂν ἐμοί»· εἰ δὲ ὁ πιστεύων Χριστῷ πιστεύει τῷ Πατρί, δηλονότι καὶ ὁ πιστεύων Μωσεῖ πιστεύει τῷ Θεῷ *** Οἱ γοῦν πρὸ τοῦ Μωσέως νόμου δικαιωθέντες, ὥσπερ Ἑνὼχ ὁ εὐαρεστήσας τῷ Θεῷ καὶ Νῶε ὁ μαρτυρηθεὶς εἶναι δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ καὶ οἱ καταξιωθέντες τῆς τοῦ Θεοῦ ἐπικλήσεως Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ οὐτῷ Μωσέως ἐντυχόν|τες νόμῳ τοιοῦτοι παρὰ Θεῷ ἐχρηματίσαν, ὁποίους αὐτοὺς ὁ τὸν νόμον γραψὰς Μωσῆς εἶναι ἐμαρτύρησεν· καὶ γὰρ ἀληθῶς δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρ τωλοῖς *** ἢ λεγέτωσαν ἡμῖν οἱ μηδαμόθεν δικαιοῦσθαι θέλοντες τὸν ἄνθρωπον ἢ ἐκ τοῦ Μωσέως κατὰ τὸ γράμμα τοῦ νό|μου, πότερόν ποτε οὐδεὶς πρὸ Μωσέως ἐδικαιώθη, ἢ ἐδικαιώθη μὲν καὶ χωρὶς τοῦ Μωσέως νόμου, ὡσπερεὶ δὲ μετενόησεν ὁ Θεὸς ἀπὸ τοῦ τρόπου τῆς δικαιώσεως τούτου ὡς χείρονος καὶ δέδωκε διὰ Μωσέως βελτίονα τρόπον δικαιώσεως *** ‖ Ὥρα οὖν πρὸς ταῦτα λέγειν ὅτι δεδέηνται οἱ μὴ τηλικοῦτοι ὥστε δικαιωθῆναι ὁμοίως τοῖς πατράσιν χωρὶς τῆς διὰ γραμμάτων νομοθεσίας τοῦ διὰ Μωσέως νόμου ὑπὲρ τοῦ τὴν χύσιν τῆς κακίας αὐτῶν παύσασθαι καὶ ὑπὲρ τοῦ περισπω μένους αὐτοὺς περὶ τύπους καὶ σύμβολα καὶ εἰκόνας | πραγμάτων θειοτέρων μὴ καταπέσειν εἰς τὴν εἰδωλολατρίαν· καὶ ἡ θεῖά γε καὶ σοφωτάτη πρόνοια 200 διὰ τῶν κατὰ νόμον θυσιῶν καὶ πάσης τῆς λατρείας πολλοὺς μὲν ἀσθενεσ τέρους ἀπέστησεν εἰδωλολατρίας *** οἱονεί τινι ὁμοιώματι περισπάσαι αὐτοὺς δυνάμενα ἀπὸ τῶν ἐθνικῶν *** ἐπεὶ μηδὲ παράβασις ᾗ ὁ νόμος προσφέρων τὴν | κόλασιν σύστασιν ἔχει, ἔνθα μὴ ἔστιν οὗτος ὁ νόμος *** ·[·]ι π··· τούτων λέγων καταλείπων τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ····· οὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, οὐκ ἦν δὲ νόμος ἐπὶ Ἀδὰμ καὶ Εὔας ὁ Μωσέως, οὐδὲ παράβασις ἦν ἐπ' Ἀδὰμ καὶ Εὔας [·····]· τολμῶν κατὰ τοῦ ἀποστόλου προσθείη ἂν ὅτι οὐδὲ αὐτὸς ὁ ὄφις | παραβατικόν τι πεποίηκεν· εἰ γὰρ οὗ οὐκ ἔστιν νόμος οὐδὲ παρά βασις, οὐδὲ ἐν τούτῳ τῷ πρὸ νόμου αὐτὸν ἠπατηκέναι τὴν γυναῖκα παρά βασις ἦν *** ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. Φασὶ γάρ τινες· εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι