ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν τοιοῦτο εἶναι, «διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα.» καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ συνᾴδειν· τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι· χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχεν θλιβομένων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτ<ῶ>ν μὴ ἐκκακεῖν, γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον τὸν πειραμὸν ὑμῶν τὸν ἐν τῇ αρκί μου οὐκ ἐξουθενήατε οὔτε ἐξεπτύατε· ἐμφαίνεται γὰρ διὰ τούτων ὅτι ἐν τῇ αρκὶ Παύλου πειραμὸ ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ μάλιστα το<ὺς> πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἔστιν, ὅτε τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιοτάτοις ὁρῶσιν θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ Ἐφέσῳ καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν ἀποστόλων πράξεσιν, ἔξεστι δὲ καὶ ἀπ' αὐτοῦ μαθεῖν λέγοντος εἰ κατὰ ἄνθρωπον ἐθηριομάχηα ἐν Ἐφέῳ, τί μοι τὸ ὄφελο εἰ νεκροὶ οὐκ ἐγείρονται; καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους, οὐ θέλω γὰρ ὑμᾶ ἀγνοεῖν, ἀδελφοί, περὶ τῆ θλίψεω ἡμῶν τῆ γενομένη ἐν τῇ Ἀίᾳ, ὅτι καθ' ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥτε ἐξαπορηθῆναι ἡμᾶ καὶ τοῦ ζῆν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖ τὸ ἀπόκριμα τοῦ θανάτου ἐχήκαμεν, ἵνα μὴ πεποιθότε ὦμεν ἐφ' ἑαυτοῖ ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺ νεκρού, ὃ ἐκ τηλικούτων θανάτων ἐρρύατο ἡμᾶ καὶ ῥύεται, ἠλπίκαμεν γὰρ ὅτι καὶ ῥύεται. ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν ὃ ἐκ τηλικούτων θανάτων ἐρρύατο ἡμᾶ καὶ ῥύεται. 15 Eph. iii 14 [τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα.] [Ὠριγένης φησί] τὸ κάμπτειν τὰ γόνατα σύμβολόν ἐστιν ἄλλης γονυκλισίας τῆς γινομένης ἐν τῷ ὑποτάσσεσθαι τῷ Θεῷ καὶ ὑποπεπτωκέναι αὐτῷ. τούτῳ γὰρ τῷ λόγῳ καὶ ὁ ἀπόστολός φησιν ἵνα ἐν τῷ ὀνόματι Ἰηοῦ πᾶν γόνυ κάμπτῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ λέγομεν μὴ πάντως τὰ ἐπουράνια ἔχειν σώματα γεγονατωμένα, ἔτι δὲ καὶ τὰ καταχθόνια
ὁμοίως, πρὸς τούτοις οὐδὲ τὰς ἀπηλ λαγμένας τούτου τοῦ σώματος ψυχάς. 〚Eph. iii 15 πατριά [μαργιναλ νοτε]. ὁ Χρυσόστομος, πατριαί οἱονεὶ φυλαί. Ὠριγένης ὁμοίως.
πατριὰς δὲ καὶ αὐτὸς [scilicet Ὠριγένης] ἐξέδωκεν, οὐ φατρίας κατὰ Θεόδωρον.〛 [iii 16, 17a] ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι <τὸν> Χριστὸν διὰ τῆς πίστεως, ἐν ταῖς καρδίαις ὑμῶν. ἔοικεν ἡ θειότης αὐτοῦ ἰδίως κατὰ τὴν γραφὴν «δόξα» αὐτοῦ ὀνομάζεσθαι. πλουτεῖ δὲ θειότητι πολλῇ καὶ δυσκαταλήπτῳ οὔσῃ τῇ γεννητῇ φύσει ὁ Θεός· ἀπὸ τοῦ πλούτου δὴ τούτου τῆς θειότητος καὶ τῆς δόξης αὐτοῦ μεταδιδούς, οἷς κρίνει μεταδιδόναι δεῖν, δυνάμεως καὶ κραταιότητος, δυνάμει κραταιοῖ διὰ τοῦ πνεύματος αὐτοῦ· κραταιοῖ δὲ κατοικίζων εἰς τὸν χωροῦντα ἔσω ἄνθρωπον τὸν Χριστόν. καὶ τὸ παραδοξότατον, ὅλος ὢν ὁ Χριστὸς καὶ καθ' ἑαυτὸν ζῶν κατοικεῖ καὶ ἐν τοῖς μετέχουσιν αὐτοῦ, κατοικεῖ δὲ διὰ τῆς πίστεως εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τῷ ἡγεμονικῷ· ἐπάγει γὰρ ἐν ταῖς καρδίαις ὑμῶν. Eph. iii 17b- 19 [ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως τὴν ἀγάπην τοῦ Χριστοῦ.] [Ὠριγένης φησί] δοκεῖ μοι σαφῶς τὰ ἑξῆς ἐν σολοικίᾳ εἰρῆσθαι ὡς πρὸς τὴν φράσιν. πρὸς γὰρ τὸ δῴη ὑμῖν ἀκόλουθον ἦν εἰπεῖν «ἐρριζωμένοις καὶ τεθεμελιωμένοις,» ὥστε εἶναι τὸ ἑξῆς ἵνα δῷ ὑμῖν ἐν ἀγάπῃ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, ὥστε εἰς τὸν ἔσω ἄνθρωπον