θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ' ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάται γὰρ ἐν τῇ δεκάτῃ τῶν ἱλασμῶν ἀναφέρονται, καὶ δεκάλογος ἡ πρώτη νομοθεσία), καὶ γνώσῃ «τὸν ἀγρόν», τὸν πλήρη καρπῶν πρεπόντων ἁγίοις. τοιοῦτος ἦν ὁ ἀγρὸς Ἰακώβ, οὗπερ ὀσφρανθεὶς Ἰσαάκ· «ἰδοὺ» φησὶν «ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησεν ὁ κύριος». ὁποῖός ἐστιν ὁ «καρποὺς ἔχων τοῦ πνεύματος», ἵνα «σπείρῃ τὰ τοῦ πνεύμα τος καὶ θερίσῃ ζωὴν αἰώνιον»· ἔπνει γὰρ Ἰακὼβ οὐκ ἀμπέλων ὀσμὴν ἢ σύκων, ἀλλ' «ἀγάπης, χαρᾶς, εἰρήνης, μακροθυμίας, χρηστότητος, ἀγαθωσύνης, πίστεως, ἐγκρατείας». ἐπὶ τοιούτῳ τοίνυν ἀγρῷ Ἱερε μίας εὐχαριστεῖ λέγων· ὁ ὢν κύριε. σκοπεῖ γὰρ τὸν ὄντως ὄντα, «μὴ σκοπῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα». 63 Οὐ μόνον προφητείας Ἱερεμίας ἀνέγραψεν, ἀλλὰ καὶ ἴδια πάθη, ταῖς μὲν διδάσκων βασιλείας οὐρανῶν μυστήρια, τοῖς δὲ δι δάσκων ὑπομονῆς παραδείγματα, τῶν ψευδοπροφητῶν τοιοῦτον οὐδὲν διὰ τὴν κολακείαν πασχόντων. ἑτοιμασώμεθα τοίνυν ἐν καιρῷ διωγμοῦ μετὰ Ἱερεμίου τετάχθαι καὶ τοῦ εἰπόντος ἀποστόλου· «ἐν φυλακαῖς πολλάκις». τὸ δὲ ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτοὺς φιλανθρωποτέραν αὐτοῦ τὴν προαίρεσιν μεμήνυκεν. καὶ δεῖ τὸν ὀρθὸν βασιλέα μὴ τοῖς περὶ αὐτὸν πονηροῖς συναπάγεσθαι· χρήσιμον δὲ πολλάκις καὶ ἡ παρὰ τοῖς κρατοῦσι προστασία, δι' ἧς πολλάκις εὐεργετεῖ ὁ θεός. 64 ∆έδια, φησίν, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένωμαι· τούτου γὰρ λόγον καὶ φροντίδα ποιοῦμαι. ὡς δὲ δι' ἁμαρτίας Ἱε ρουσαλὴμ παραδίδοται, οὕτως καὶ ἡ ἐκκλησία. καὶ εἰ μέν τις κατ' Ἐζεκίαν αὐτῆς ἄρχοι, σῴζεται· εἰ δὲ κατὰ Σεδεκίαν, ἀφοριζόμενος μὲν σῴζει, μένων δὲ ταύτην ἀπόλλυσιν. εἴ τις οὖν μολύνων τὴν ἐκκλησίαν ἐξέλθοι, αὐτήν τε σῴζει καὶ τὴν ψυχὴν αὐτοῦ· ἐὰν δὲ μέλλῃ κατὰ τὸν Σεδεκίαν πρὸς ἔξοδον, «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ». 65 Φησὶ πρὸς αὐτὸν Ἱερεμίας ὡς ἐροῦσιν αἱ γυναῖκες εἰς ἀποικίαν ἀγόμεναι· ἠπάτησάν σε οἱ πρός σε φήσαντες εἰρηνι κῶς ὡς οὐ παραδώσουσι τῷ Βαβυλωνίῳ. συστήσονται δὲ μετὰ σοῦ, ὡς αἴτιοι γενόμενοι πτώσεως· πάντως γὰρ ληφθήσῃ. τάχα δὲ καὶ τοὺς ψευδοπροφήτας αἰτιᾶται λόγῳ τὴν εἰρήνην ὑποσχομένους. ὁ δὲ προφήτης φιλανθρώπως ἀπέκρυψε τοῖς ἄρχουσι τὴν ἀλήθειαν, τοῦ βασιλέως κηδόμενος. οὐ γὰρ ἔβλαπτε ταύτην νῦν σιωπῶν, ἤδη αὐτοὺς τοὺς λόγους ἀναγνοὺς ἐν κοινῷ. 66 Ὁ προφήτης αἵρεσιν λαβὼν ἔνθα βούλεται ζῆν, ὑπερορᾷ μὲν Βαβυλῶνος, αἱρεῖται δὲ τὴν Ἰουδαίαν, φεύγων τὴν ἐκ βασιλέως τιμὴν καὶ διὰ τοὺς πτωχοὺς τοὺς πρὸς γεωργίαν ἐμμείναντας, ὡς ἂν καὶ τῆς γῆς ἐπιμελῆται διὰ τοὺς πένητας καὶ τὰς τούτων ταῖς προφητείαις γεωργῇ ψυχάς. ἐμερίσαντο γὰρ οἱ προφῆται, οὗτος μὲν τὴν Ἰουδαίαν, τὴν δὲ Βαβυλῶνα ∆ανιὴλ καὶ οἱ τρεῖς παῖδες. 67 Ὁ χρηστὸς ἄνθρωπος οὐδένα ὑποπτεύει οὕτως εἶναι πονη ρὸν ὡς καὶ τοὺς μηδὲν ἀδικήσαντας φονεύειν. διὰ τί δὲ συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι τὸν Γοδολίαν, ἑτέρου ἂν εἴη λόγου καὶ τῶν ἀνεφίκτων κριμάτων τοῦ θεοῦ. 68 Σύνταξον τὸ οὐχὶ τοῦ θυμιάματος πρὸς τὸ ἐμνή σθη κύριος. δῆλον μὲν οὖν ἐστιν, ὡς τοῖς εἰδώλοις θυμιώντων φησί· τοῦτο γὰρ αὐτῶν ὁμολογησάντων ἐπάγεται τὰ προκείμενα. πλὴν ἐξετάσωμεν εἰ καὶ θεῷ τις θυμιῶν ὡς οὐ δεῖ, τοῦ ἄβατον γε νέσθαι γῆν αἴτιος γίνεται. κἂν τὸ αἰσθητὸν τοίνυν προσάγῃς κατὰ τοὺς Ἰουδαίους θυμίαμα, ἀρετὴν μὲν ἔχων προσάγεις καλῶς, σύμ φωνον ἔχων τὴν ἔνδοθεν εὐωδίαν· μετὰ κακίας δὲ προσφέρων, οἱ ονεί πως καὶ τὴν εὐωδίαν τὴν ἔξω χρωννύων, πρὸς δυσωδίαν μετα ποιεῖς· ὅτε οὐκ ἂν λεχθείη τὸ «ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας» ἀλλὰ τοὐναντίον. ὀσμὴ δὲ εὐωδίας παρὰ θεῷ οὐ τῶν προσενεχθέντων παρὰ Νῶε ζώων καθαρῶν εἰρημένων, ἀλλὰ τῆς δικαιοσύνης αὐτοῦ καὶ τῆς τελειότητος, ἅπερ ἦν αὐτὸς ἐν τῇ γενεᾷ αὐτοῦ. θεὸς γὰρ αἵματι καὶ κνίσαις οὐ τέρπεται, καθάπερ οἱ δαίμονες. πλὴν ὡς «συνεγερθέντες Χριστῷ τὰ ἄνω ζητήσωμεν», εἰς νοῦν εἰληφότες τὸ «γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα