προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
λυπεῖται ἐπὶ τῇ ἀποβολῇ τῶν ἡδέων, οὐ προσπάσχει μετὰ βεβαιότη τος τοῖς οὖσι προσηνέσι. βούλεται τοίνυν τοιούτους εἶναι ἡμᾶς ἐκ διαθέσεως οἷα τυγχάνει τὰ παιδία ἐξ ἡλικίας. ἐκεῖνα μὲν γὰρ οὐ λόγῳ ἐστὶ τοιαῦτα, οἱ δὲ ὡς ταῦτα γινόμενοι κατὰ πρόσταξιν Ἰησοῦ λόγῳ καὶ ἕξει βελτίστῃ σπεύδουσιν εὑρεθῆναι οὕτως ἔχοντες. κἂν τοίνυν ὁ Νικόδημος σὺν ἀμαθίᾳ τὰ προκείμενα εἶπεν, ἀλλ' οὖν ἐν τοῖς λόγοις αὐτοῦ κείμενόν τι ἀληθὲς ἠγνοεῖτο αὐτῷ. 36 Τὸν τρόπον τοῦ πῶς ἔστι «γεννηθῆναι ἄνωθεν» ἑρμηνεύων ὁ σωτὴρ λέγει· Ἐπεὶ πρόκειται εἰσιέναι εἰς τὴν τοῦ θεοῦ βασιλείαν, τυχεῖν δὲ τούτου ἀδύνατον μὴ γεγεννημένον ἐξ ὕδατος καὶ πνεύματος, ἀκολουθεῖ τὸ γεννηθῆναι ἄνωθεν τῷ ἐξ ὕδατος καὶ πνεύματος γεν νηθῆναι. γεννᾶται δὲ ἐκ πνεύματος ὁ κατ' αὐτὸ ποιηθείς, ἅγιος καὶ πνευματικὸς ἐξ αὐτοῦ γινόμενος. εἶτ' ἐπεὶ μὴ ἐκ μόνου τοῦ πνεύ ματος ἀλλὰ καὶ ἐξ ὕδατος γεννᾶται ὁ εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσερχόμενος, ἀκόλουθόν ἐστι καὶ περὶ τοῦ ὕδατος ἐκ τῆς γραφῆς τι θηρεῦσαι. καὶ ὅρα μὴ ἄρα ἐπινοίας μόνης ἀλλ' οὐχ ὑποστάσεως δια φορὰν ἔχει πρὸς τὸ πνεῦμα. φησὶ γὰρ μεθ' ἕτερα ὁ σωτήρ· «Ὁ «πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας «αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος «οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». εἰ γὰρ περὶ τοῦ πνεύματος εἴρηται ὡς ὕδωρ ζῶν ποταμῶν δίκην ἐκπορευόμενον ἐκ τοῦ πιστεύοντος, ἐπινοίᾳ μόνῃ διοίσει τοῦ πνεύματος τὸ ὕδωρ. ὡς οὖν γεννᾶταί τις ἐκ τοῦ σωτῆρος σοφὸς ἐκ σοφίας, οὕτω καὶ ἐκ τοῦ πνεύματος ἅγιος καὶ πνευματικός· καὶ ἐκ τοῦ ὕδατος καθαιρόμενος καὶ πρὸς καρποφορίαν ποτιζόμενός τις γεννᾶται ἐξ ὕδατος καὶ πνεύ ματος. ἄλλος δέ τις ἐρεῖ ὕδωρ ἐνταῦθα εἰρῆσθαι τὴν καθαρεύουσαν διδασκαλίαν τὴν ψυχήν, ἥτις καὶ αὐτὴ συντελεῖ πρὸς τὸ γεννηθῆναι ἄνωθεν. περὶ τούτου τοῦ καθαρισμοῦ, γινομένου ἐκ θεϊκῆς παιδεύ σεως, ὁ ὑμνῳδὸς ἔλεγε πρὸς
τὸν θεόν· «Πλυνεῖς με καὶ ὑπὲρ χιόνα «λευκανθήσομαι». 〚καὶ πρὸς τὴν τοῦ Ἰσραὴλ πληθὺν ὁ Ἱερεμίας φησίν· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ, ἵνα «σωθῇς· ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;» δια λογισμοὺς πόνων αὐτῆς λέγων τοὺς κατὰ κακίαν πεποιημένους, δι' οὓς κολάζεσθαι μέλλει, εἰ μὴ
πλυνεῖ ἑαυτὴν τῇ παιδεύσει τῶν γρα φῶν.〛 εἶτ' ἐπεὶ μὴ μόνη ἡ ψυχὴ ἐπὶ σωτηρίαν καλεῖται, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα, ᾧ ὀργάνῳ χρᾶται πρὸς τὰς ἑαυτῆς ἐνεργείας, εἰκότως καὶ τοῦτο ἁγιασθῆναι δεῖ διὰ τοῦ λεγομένου ἐν τῇ θείᾳ διδασκαλίᾳ «Λου «τροῦ παλιγγενεσίας», ὃ καὶ βάπτισμα θεῖον ὀνομάζεται, οὐκέτι μὲν ψιλὸν ὕδωρ· ἁγιάζεται γὰρ μυστικῇ τινὶ ἐπικλήσει. καὶ ὅρα γε οἵου μεγέθους καὶ δυνάμεως ἐστὶν ἐπιστήσας τῇ γενομένῃ παρὰ τοῦ σω τῆρος τοῖς μαθηταῖς αὐτοῦ μυσταγωγίᾳ. φησὶ γάρ· «Πορευθέντες «μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ «πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς «τηρεῖν» καὶ τὰ ἑξῆς. εἰ γὰρ μαθητευθῆναι δεῖ πρότερον παραλαβόντα τὰ δόγματα τῆς ἀληθείας, εἶτα τηρῆσαι ἃ ἐνετείλατο αὐτοῖς περὶ τῶν ἠθικῶν ἀρετῶν, καὶ οὕτω βαπτισθῆναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πῶς ἔτι ψιλὸν εἶναι δύναται τὸ ἅμα τούτοις παραλαμβανόμενον ὕδωρ, μετεσχηκὸς ὡς οἷόν τε τῆς δυνάμεως τῆς ἁγίας τριάδος καὶ ἀρετῇ ἠθικῇ τε καὶ διανοητικῇ συνεζευγμένον; σκόπησον δὲ τὸ μέγεθος αὐτοῦ ἐπιστήσας τίνος ἕνεκεν παραλαμβάνε ται. εἰ γὰρ τοῦ εἰσελθεῖν χάριν εἰς τὴν τοῦ θεοῦ βασιλείαν, ὑπερ βάλλει δ' αὕτη τῇ ὑπεροχῇ, πῶς οὐ μέγα τὸ αἴτιον τοῦ εἰσιέναι εἰς αὐτὴν ὑπάρχει; βασιλείαν δὲ θεοῦ λεκτέον τὴν κατάστασιν τῶν κατὰ τοὺς νόμους αὐτοῦ τεταγμένως βιούντων. αὕτη δὲ καὶ ἐν οἰκείῳ χώρῳ (φημὶ δὲ τῷ ἐν τοῖς οὐρανοῖς) τὴν μονὴν ἕξει· ἀλλ' ἐπεὶ ἐν ταῦθα μὲν βασιλεία θεοῦ, παρὰ δὲ Ματθαίῳ βασιλεία οὐρανῶν προσ ηγόρευται, λεκτέον Ματθαῖον μὲν ἀπὸ τῶν βασιλευομένων, ἢ τῶν τόπων ἐν οἷς εἰσὶν οὗτοι, τὸν δὲ Ἰωάννην καὶ Λουκᾶν ἀπὸ τοῦ βα σιλεύοντος θεοῦ ὠνομακέναι· ὡς ὅταν καὶ ἡμεῖς βασιλείαν Ῥωμαίων