ἐκεῖνος γάρ, φησίν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ μὴ αὐτὸς ὁ διάβολος; πῶς οὖν, φησίν, τὸ ὁ πατὴρ αὐτοῦ ἐπαγόμενον νοήσωμεν; καλῶς καὶ ἀκολούθως· ἐπειδὴ γὰρ εἶπεν περὶ τοῦ διαβόλου ἃ εἶπεν καὶ ὅτι ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, εἶτα λέγει καὶ περὶ τοῦ οἰκειοποιήσαντος αὐτὸν πατέρα, ὅτι κἀκεῖνος ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. καὶ πῶς γέγονεν ἴδιον τὸ ψεῦδος τοῦ λαλοῦντος αὐτὸ παριστὰς ἐπήγαγεν· ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. πατρικόν ἐστιν, φησίν, τὸ ψεῦδος, τοῦ διαβόλου ἐστίν. διὰ τοῦτο λέγω ἴδιον αὐτὸ καὶ τοῦ υἱοῦ αὐτοῦ εἶναι. ἀλλὰ πῶς, φασίν, προχωρήσει τὸ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου; οὐδὲν δύσκολον, ἀλλὰ καταλλήλως· ὑμεῖς ἐκ τοῦ πατρός ἐστε, φησίν· ποίου; τοῦ διαβόλου· ἵνα μὴ ᾖ τοῦ πατρὸς σχέσιν πρὸς τὸν διάβολον, ἀλλὰ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους δηλοῦν· τοῦτο γὰρ καὶ ἐβούλετο δηλοῦν ὁ Χριστός, οὐχ ὅτι πατέρα ἔχει ὁ διάβολος, ἀλλ' ὅτι αὐτοὶ τὸν διάβολον ἐκτήσαντο πατέρα. ἐπεὶ κἀκεῖνοί ποτε μὲν τὸν Ἀβραάμ, ποτὲ δὲ τὸν θεὸν ἐμεγαλαύχουν, τὴν οὖν ἀπόνοιαν αὐτῶν καὶ μεγαλορρημοσύνην σφοδρῶς καταβάλλων ὑμεῖς ἐκ τοῦ πατρός ἐστε, φησίν· τίνος; τοῦ διαβόλου· ἐκείνῳ δὲ ἑαυτοὺς υἱοθετήσαντες μάτην εἰς τὸν Ἀβραὰμ καὶ εἰς τὸν θεὸν ἐνσεμνύνεσθε. καί μοι δοκεῖ τῶν ἄλλων μᾶλλον προσφυεστέρα εἶναι ἡ ἐξήγησις. ἀλλὰ τιμῶ τὸν πατέρα λέγων ὑμᾶς τοὺς μιαιφόνους μὴ εἶναι ἀξίους τοῦ καλεῖσθαι αὐτοῦ τέκνα· ἡ γὰρ τῶν τέκνων κακία πατρός ἐστιν ἀτιμία. 60 Jo 8, 55 ΤοΣοῦτον ἐμοὶ προσήκει τὸ εἰδέναι τὸν πατέρα, δι' ὧν τὰ ἴσα αὐτῷ ποιῶ, ὅΣον ὑμῖν, δι' ὧν ἀπ' ἐναντίας τῶν θελημάτων αὐτοῦ πράττετε, τὸ μὴ εἰδέναι αὐτὸν θεόν. ὥσπερ οὖν ὑμεῖς λέγοντες, ὅτι γινώσκετε αὐτόν, ψεύδεσθε καὶ ψεῦσταί ἐστε, οὕτως ἦν ἂν κἀγὼ ψεύστης ὅμοιος ὑμῶν, εἰ ἔλεγον μὴ εἰδέναι αὐτόν· ἡ γὰρ ἰσότης τῶν ἔργων τὴν τῆς φύσεως ἰΣοτιμίαν παριστᾶσα καὶ τὴν γνῶσιν θαυμαστικὴν ἡλίκην μαρτυρεῖ. αὐτὸς δὲ οὐ τὴν ἰσότητα νῦν τῶν ἔργων εἰσάγει διὰ τὴν ἀπόνοιαν αὐτῶν, ἀλλὰ ταπεινὰ φθέγγεται ψυχαγωγῶν καὶ ἕλκων αὐτούς· οἶδα γὰρ αὐτόν, φησίν, ὅτι τὸν λόγον αὐτοῦ τηρῶ. 61 Jo 9, 2-3 Οἷον οὗτος, φασίν, τυφλὸς ἐγεννήθη; τί ἄν τις εἶποι περὶ αὐτοῦ, ὅτι διὰ τὰς ἁμαρτίας αὐτοῦ τυφλὸς ἐγεννήθη; ἀλλὰ ἀδύνατον τοῦτο· πῶς γὰρ ἄν τις ἁμάρτοι πρὶν ὅλως ὑπάρξαι; ἀλλὰ διὰ τὰς τῶν τεκόντων ἁμαρτίας ὑπέστη τὸ πάθος· ἀλλ' ὁμοίως ἄτοπον ἑτέρων ἡμαρτηκότων ἕτερον παρέχειν τὰς εὐθύνας. διὸ καὶ ὁ δεσπότης φησίν· οὔτε οὗτος ἥμαρτεν καὶ διὰ τοῦτο ἐγεννήθη τυφλός (ἀδύνατον γὰρ ὅλως τοῦτο). οὔτε πάλιν διὰ τεκόντων ἁμαρτίας οὗτος ἐγεννήθη τυφλός· ἀνάξιον γὰρ τοῦτο τῆς τοῦ θεοῦ δικαιοκρισίας καὶ φιλανθρωπίας. ὁ δὲ λόγος ὁ ἐπὶ τοῦ τυφλοῦ εἰρημένος καὶ καθολικός ἐστιν ἐπὶ πάντων τῶν μετά τινος πάθους ἐκ μήτρας προερχομένων· οὐδεὶς γὰρ τούτων τῶν λελωβημένων οὐδὲ διὰ τὰς τῶν τεκόντων ἁμαρτίας σεσίνωται, πολλῷ δὲ μᾶλλον οὐδὲ διὰ τὰς ἰδίας· πῶς γὰρ ἄν τις καὶ ἁμάρτοι μήπω τοῦ εἶναι μετασχών; γίνονται δὲ τὰ τοιαῦτα πάθη τοῖς τικτομένοις διά τινας ἀρρήτους καὶ ὑπερφυεῖς λόγους, οὓς ὁ πλάστης μόνος ἐπίσταται. 62 Jo 9, 4 Ἕως ἡμέρα ἐστὶν ἐργάζεται ὁ δεσπότης τὰ σημεῖα, τοῦτ' ἔστι ἕως ὁ παρὼν ἐνέστηκεν βίος, ἵνα καὶ ἡμεῖς ἐργαζώμεθα, τοῦτ' ἔστιν τὴν εἰς αὐτὸν καρποφορῶμεν πίστιν· καὶ γὰρ δι' ἡμᾶς ἔπραττεν τὰ σημεῖα, ἵνα πιστεύσωμεν εἰς αὐτὸν καὶ πιστεύοντες σωθῶμεν. ἔρχεται δὲ νύξ, ἡ κατάπαυσις τῶν ἔργων, ἡ μέλλουσα ἡμέρα, ἐν ᾗ οὐκ ἔστι οὐδὲ τὸν δεσπότην εἰς τὸ πιστεῦσαι ἡμᾶς σημεῖα ποιεῖν· αὐτοὶ γὰρ πεισόμεθα καὶ χωρὶς ἄλλου σημείου αὐτὸν εἶναι τὸν ἁπάντων δεσπότην καὶ κριτήν, ὥστε περιττὰ τότε τὰ σημεῖα. διὸ οὐδὲ ὁ δεσπότης αὐτὰ τότε ἐργάσεται, ἀλλ' οὐδὲ ἡμεῖς τι τότε δυνησόμεθα ἐργάσασθαι· οὐ γάρ ἐστιν ὁ καιρὸς ἐργασίας καὶ πίστεως, ἀλλὰ μισθαποδοσίας καὶ κρίσεως. 63 Jo 9, 6-7 Ἐπέχρισε τὸν πηλόν, ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ δημιουργήσας ἀπὸ πηλοῦ. ἀπονίψασθαι δὲ κελεύει τὸν πηλὸν δεικνύς, ὅτι καὶ χωρὶς τῆς ὕλης ἠδύνατο πλάττειν τοὺς ὀφθαλμοὺς καὶ ὅτι δι' οὐδὲν