τοῦ παράγειν δύναμιν ἀπὸ τῆς ὑπερκειμένης αἰτίας ἔλαχε, παρ' ἐκείνης ἔχει τὸ εἶναι αἴτιον ὧν ἐστιν αἴτιον, μετρηθὲν ἐκεῖθεν κατὰ τὴν ὑποστατικὴν δύναμιν. εἰ δὲ τοῦτο, καὶ τὰ ἀπ' αὐτοῦ προϊόντα αἰτιατά ἐστι διὰ τὸ πρὸ αὐτοῦ· τὸ γὰρ θάτερον ἀποτελέσαν αἴτιον καὶ θάτερον αἰτιατὸν ἀπο τελεῖ. εἰ δὲ τοῦτο, καὶ τὸ αἰτιατὸν ἐκεῖθεν ἀποτελεῖται τοιοῦτον. ἀλλὰ μὴν ὅτι καὶ μειζόνως ἐκεῖθεν, δῆλον. εἰ γὰρ τὴν αἰτίαν τῷ δευτέρῳ τοῦ παράγειν αὐτὸ δέδωκεν, εἶχεν ἄρα πρώτως ταύτην τὴν αἰτίαν, καὶ διὰ τοῦτο καὶ τὸ δεύτερον γεννᾷ, τὴν τοῦ δευτέρως γεννᾶν δύναμιν ἐκεῖθεν λαβόν. εἰ δὲ τὸ μὲν κατὰ μέθεξιν ἐγένετο παρακτικόν, τὸ δὲ κατὰ μετάδοσιν καὶ πρώτως, μειζόνως αἴτιον ἐκεῖνο τὸ καὶ ἄλλῳ τῆς γεννητικῆς τῶν ἐφεξῆς δυνάμεως μεταδεδωκός. 57 Πᾶν αἴτιον καὶ πρὸ τοῦ αἰτιατοῦ ἐνεργεῖ καὶ μετ' αὐτὸ πλειόνων ἐστὶν ὑποστατικόν. εἰ γάρ ἐστιν αἴτιον, τελειότερόν ἐστι καὶ δυνατώτερον τοῦ μετ' αὐτό. καὶ εἰ τοῦτο, πλειόνων αἴτιον· δυνάμεως γὰρ μείζονος τὸ πλείω παράγειν, ἴσης δὲ τὰ ἴσα, καὶ τῆς ἐλάττονος ἐλάττω· καὶ ἡ μὲν τὰ μείζονα ἐν τοῖς ὁμοίοις δυναμένη δύναμις καὶ τὰ ἐλάττονα δύναται, ἡ δὲ τὰ ἐλάττονα δυναμένη οὐκ ἐξ ἀνάγκης τὰ μείζω δυνήσεται. εἰ οὖν δυνατώτερον τὸ αἴτιον, πλειόνων ἐστὶ παρακτικόν. ἀλλὰ μὴν καὶ ὅσα δύναται τὸ αἰτιατόν, μειζόνως ἐκεῖνο δύναται. πᾶν γὰρ τὸ ὑπὸ τῶν δευτέρων παραγόμενον ὑπὸ τῶν προτέρων καὶ αἰτιωτέρων παράγεται μειζόνως. συνυφίστησιν ἄρα αὐτῷ πάντα ὅσα πέφυκε παράγειν. εἰ δὲ καὶ αὐτὸ πρότερον παράγει, δῆλον δήπουθεν ὅτι πρὸ αὐτοῦ ἐνεργεῖ κατὰ τὴν παρακτικὴν αὐτοῦ ἐνέργειαν. ἅπαν ἄρα αἴτιον καὶ πρὸ τοῦ αἰτιατοῦ ἐνεργεῖ καὶ σὺν αὐτῷ καὶ μετ' αὐτὸ ἄλλα ὑφίστησιν. ἐκ δὴ τούτων φανερὸν ὅτι ὅσων μὲν αἰτία ψυχή, καὶ νοῦς αἴτιος, οὐχ ὅσων δὲ νοῦς, καὶ ψυχὴ αἰτία· ἀλλὰ καὶ πρὸ ψυχῆς ἐνεργεῖ, καὶ ἃ δίδωσι ψυχὴ τοῖς δευτέροις, δίδωσι καὶ νοῦς μει ζόνως, καὶ μηκέτι ψυχῆς ἐνεργούσης νοῦς ἐλλάμπει τὰς ἑαυτοῦ δόσεις, οἷς μὴ δέδωκε ψυχὴ ἑαυτήν· καὶ γὰρ τὸ ἄψυχον, καθόσον εἴδους μετέσχε, νοῦ μετέχει καὶ τῆς τοῦ νοῦ ποιήσεως. καὶ δὴ καὶ ὅσων νοῦς αἴτιος, καὶ τὸ ἀγαθὸν αἴτιον· οὐκ ἔμπαλιν δέ. καὶ γὰρ αἱ στερήσεις τῶν εἰδῶν ἐκεῖθεν (πάντα γὰρ ἐκεῖθεν)· νοῦς δὲ στερήσεως ὑποστάτης οὐκ ἔστιν, εἶδος ὤν. 58 Πᾶν τὸ ὑπὸ πλειόνων αἰτίων παραγόμενον συνθετώτερόν ἐστι τοῦ ὑπὸ ἐλαττόνων παραγομένου. εἰ γὰρ πᾶν αἴτιον δίδωσί τι τῷ ἀπ' αὐτοῦ προϊόντι, τὰ μὲν πλείονα αἴτια πλείονας ποιήσεται τὰς δόσεις, τὰ δὲ ἐλάττονα ἐλάττους. ὥστε καὶ τῶν μετασχόντων τὰ μὲν ἐκ πλειόνων ἔσται, τὰ δὲ ἐξ ἐλαττόνων, ὧν ἑκάτερα μετέσχε, τὰ μὲν διὰ τὴν ἐκ πλειόνων αἰτίων πρόοδον, τὰ δὲ διὰ τὴν ἐκ τῶν ἐλαττόνων. τὰ δὲ ἐκ πλειόνων συνθετώτερα, τὰ δὲ ἐξ ἐλαττόνων τῶν αὐτῶν ἁπλούστερα. πᾶν ἄρα τὸ ὑπὸ πλειόνων αἰτίων παραγόμενον συνθετώτερον, τὸ δὲ ὑπὸ ἐλαττόνων ἁπλούστερον· ὧν γὰρ θάτερον μετέχει, καὶ θάτερον· ἀλλ' οὐκ ἔμπαλιν. 59 Πᾶν τὸ ἁπλοῦν κατ' οὐσίαν ἢ κρεῖττόν ἐστι τῶν συν θέτων ἢ χεῖρον. εἰ γὰρ τὰ ἄκρα τῶν ὄντων ὑπὸ ἐλαττόνων καὶ ἁπλουστέρων παράγεται, τὰ δὲ μέσα ὑπὸ πλειόνων, ταῦτα μὲν ἔσται σύνθετα, τὰ δὲ ἄκρα τὰ μὲν κατὰ τὸ κρεῖττον ἁπλούστερα, τὰ δὲ κατὰ τὸ χεῖρον. ἀλλὰ μὴν ὅτι τὰ ἄκρα ὑπὸ ἐλαττόνων παράγεται, δῆλον· διότι τὰ ἀνωτέρω καὶ ἄρχεται πρὸ τῶν καταδεεστέρων καὶ ὑπερεκτείνεται αὐτῶν ἐφ' ἃ μὴ πρόεισιν ἐκεῖνα δι' ὕφεσιν δυνάμεως. διὰ γὰρ τοῦτο καὶ τὸ ἔσχατον τῶν ὄντων ἁπλούστα τον, ὥσπερ τὸ πρῶτον, ὅτι ἀπὸ μόνου πρόεισι τοῦ πρώτου· ἀλλ' ἡ ἁπλότης ἡ μὲν κατὰ τὸ κρεῖττόν ἐστι πάσης συνθέσεως, ἡ δὲ κατὰ τὸ χεῖρον. καὶ ἐπὶ πάντων ὁ αὐτός ἐστι λόγος. 60 Πᾶν τὸ πλειόνων αἴτιον κρεῖττόν ἐστι τοῦ πρὸς ἐλάττονα τὴν δύναμιν λαχόντος καὶ μέρη παράγοντος ὧν θάτερον ὅλων ὑποστατικόν ἐστιν. εἰ γὰρ τὸ μὲν ἐλαττόνων, τὸ δὲ πλειόνων αἴτιον, μέρη δὲ τὰ ἕτερα τῶν ἑτέρων, ἃ μὲν ποιεῖ θάτερον, καὶ τὸ λοιπὸν ποιήσει, τὸ τῶν πλειόνων ὑποστατικόν· ἃ δὲ τοῦτο παράγει, τούτων οὐ πάντων ἐστὶν ἐκεῖνο παρακτικόν. δυνατώτερον ἄρα καὶ περι ληπτικώτερον· ὡς γὰρ τὸ προελθὸν πρὸς τὸ προελθόν,