1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

13

διαφερόντως ἐξαίσια, ταῖς γυναιξὶ παραψυχὴν ἐσόμενα, ᾠκοδομήσαντο, ὡς μηδενὶ ἀναγκασθεῖσαι πρὸς τὰ τῆς σωφροσύνης ἐπιτηδεύματα τρόπῳ ὁτῳοῦν ἀποκνήσουσι. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει. 1.9.11 Ἐς δὲ τὸν Εὔξεινον Πόντον ἐνθένδε ἰόντι ἄκρα τις ἀπορρὼξ παρὰ τὴν τοῦ πορθμοῦ προβέβληται ἠϊόνα, ἐφ' ἧς μαρτύριον Παντελεήμονος ἁγίου εἱστήκει, ἀρχήν τε ἀπημελημένως πεποιημένον καὶ χρόνῳ μακρῷ πεπονηκὸς ἄγαν ὅπερ ἐνθένδε περιελὼν Ἰουστινιανὸς βασιλεύς, τοῦτόν τε μεγαλοπρεπῶς τὰ μάλιστα οἰκοδομησάμενος τὸν ἐκείνῃ τανῦν ὄντα νεών, τῷ τε μάρτυρι διεσώσατο τὴν τιμὴν καὶ τῷ πορθμῷ κάλλος ἐντέθεικεν, ἑκα1.9.12 τέρωθι τὰ ἱερὰ ταῦτα πηξάμενος. τούτου δὲ τοῦ τεμένους ἐπίπροσθεν ἐν χώρῳ τῷ καλουμένῳ Ἀργυρωνίῳ πτωχῶν ἦν ἐκ παλαιοῦ καταγώγιον, οἷσπερ ἡ νόσος τὰ 1.9.13 ἀνήκεστα ἐλωβήσατο. ὅπερ τῷ χρόνῳ διερρωγὸς ἤδη τὰ ἔσχατα προθυμίᾳ τῇ πάσῃ ἀνενεώσατο, γενησόμενον τοῖς οὕτω ταλαιπωρουμένοις ἀνάπαυλαν. ἀκτὴ δέ τίς ἐστι Μωχάδιον ὄνομα τοῦ χώρου ἐγγύς, ὃ καὶ νῦν Ἱερὸν ὀνομά1.9.14 ζεται. ἐνταῦθα νεὼν τῷ ἀρχαγγέλῳ ἄλλον ἐδείματο ἱεροπρεπῆ τε διαφερόντως, καὶ τῶν τοῦ ἀρχαγγέλου ἱερῶν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐδενὸς ἀξιώματι ἀποδέοντα. 1.9.15 καὶ Τρύφωνι δὲ ἀνέθηκεν ἱερὸν μάρτυρι πόνῳ τε καὶ χρόνῳ πολλῷ ἐς κάλλος ἀποτετορνευμένον ἀμύθητον ὅλως ἐν τῇ τῆς πόλεως ἀγυιᾷ, ἣ τοῦ Πελαργοῦ ἐπώνυμός 1.9.16 ἐστιν. ἔτι δὲ Μηνᾷ καὶ Μηναίῳ μάρτυσιν ἕδος ἐν τῷ Ἑβδόμῳ ἀνέθηκεν. ἐν ἀριστερᾷ δὲ εἰσιόντι ἐς τὰς Χρυσᾶς καλουμένας Πύλας Ἴας ἁγίας μαρτύριον εὑρὼν καταπε1.9.17 πτωκός, πολυτελείᾳ τῇ πάσῃ ἀνενεώσατο. τὰ μὲν οὖν ἀμφὶ τοῖς ἐν Βυζαντίῳ ἱεροῖς εἰργασμένα Ἰουστινιανῷ βασιλεῖ τοιαῦτά ἐστι, τὰ δὲ ἀνὰ πᾶσαν διαπεπονημένα τὴν Ῥωμαίων ἀρχὴν ἕκαστα διαριθμεῖσθαι χαλεπόν τέ 1.9.18 ἐστι καὶ λόγῳ παντελῶς ἄπορον. ἀλλ' ἡνίκα ἡμῖν δεήσει πόλεως ἢ χωρίου του πρὸς ὄνομα ἐπιμνησθῆναι, καὶ τὰ ἐνταῦθα ἱερὰ ἐν ἐπιτηδείῳ γεγράψεται. 1.10.1 Τὰ μὲν οὖν ἀμφὶ τοῖς ἱεροῖς ἔν τε Κωνσταντινουπόλει καὶ τοῖς τῇδε προαστείοις οὕτως Ἰουστινιανῷ δε1.10.2 δημιούργηται βασιλεῖ· τῶν δὲ δὴ ἄλλων αὐτῷ οἰκοδομημάτων πεποιημένων ἕκαστον μὲν ἐπελθεῖν οὐ ῥᾴδιον λόγῳ, ὡς ἐν κεφαλαίῳ δὲ φράσαι, τά τε πλεῖστα καὶ ἀξιολογώτατα τῆς τε ἄλλης πόλεως καὶ τῶν βασιλείων καταφλεχθέντα τε καὶ καθῃρημένα ἐπ' ἔδαφος ἀνοικοδομησάμενος ἅπαντα ἐπὶ τὸ εὐπρεπέστερον μετεστήσατο· ἅπερ μοι ἐν τῷ παρόντι λεπτολογεῖσθαι οὔτι ἀναγκαῖον ἔδοξεν 1.10.3 εἶναι. ἅπαντα γάρ μοι ἐς τὸ ἀκριβὲς ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. τοσοῦτον δὲ μόνον ἔν γε τῷ παρόντι γεγράψεται, ὡς τῶν βασιλείων τά τε προπύλαια καὶ ἡ καλουμένη Χαλκῆ μέχρι ἐς τὸν Ἄρεως καλούμενον οἶκον, ἔκ τε τῶν βασιλείων τό τε βαλανεῖον ὁ Ζεύξιππος αἵ τε μεγάλαι στοαὶ καὶ τὰ ἑκατέρωθεν ἑξῆς ἅπαντα μέχρι ἐς τὴν ἀγοράν, ἣ Κωνσταντίνου ἐπώνυμός ἐστι, τού1.10.4 του δὴ ἔργα τοῦ βασιλέως τυγχάνει ὄντα. πρὸς ἐπὶ τούτοις δὲ τὴν Ὁρμίσδα ἐπώνυμον οἰκίαν, ἄγχιστα οὖσαν τῶν βασιλείων, παραλλάξας τε καὶ ὅλως ἐς τὸ ἐπιφανέστερον μεθαρμοσάμενος, ὡς τοῖς βασιλείοις ἐπιεικῶς πρέπειν, τῷ Παλατίῳ ἐντέθεικεν, εὐρύτερόν τε αὐτὸ καὶ πολλῷ ἔτι μᾶλλον ἀξιώτερον ταύτῃ ἐξείργασται. 1.10.5 Ἔστι δέ τις ἀγορὰ πρὸ τῶν βασιλείων περίστυλος. Αὐγουσταῖον καλοῦσι τὴν ἀγορὰν οἱ Βυζάντιοι. ταύτης ἐν λόγοις ἐπεμνήσθην τοῖς ἔμπροσθεν, ἡνίκα τῆς Σοφίας περιηγησάμενος τὸν νεὼν τὴν ἐπὶ τῷ ἔργῳ χαλκῆν εἰκόνα τῷ βασιλεῖ ἐπὶ κίονος ὑψηλοτάτου καὶ λίθοις συνθέτου 1.10.6 ἀνατεθεῖσαν δεδήλωκα. ταύτης ἐς τὰ πρὸς ἕω τῆς ἀγορᾶς τὸ Βουλευτήριον ἵδρυται, λόγου μὲν τῇ τε πολυτελείᾳ καὶ τῇ κατασκευῇ τῇ πάσῃ κρεῖττον, Ἰουστινιανοῦ 1.10.7 δὲ βασιλέως ἔργον. ἔνθα δὴ ξυνιοῦσα ἔτους ἀρχομένου ἡ Ῥωμαίων βουλὴ σύγκλητος ἐνιαύσιον ἑορτὴν ἄγει, τὰ 1.10.8 τῆς πολιτείας ὀργιάζουσα ἐς ἀεὶ νόμιμα. ἓξ δὲ αὐτοῦ κίονες ἐπίπροσθεν ἑστᾶσιν, οἱ μὲν δύο τὸν τοῦ βουλευτηρίου τοῖχον ἐν μέσῳ ἔχοντες, ὃς πρὸς δύοντα ἥλιον τέτραπται, οἱ δὲ τέσσαρες ὀλίγῳ ἐκτός, τὸ μὲν εἶδος λευκοὶ