1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

13

τινα ὅμως τούτων ὁ ποιητὴς καὶ πάμπαν ἐξίτηλα γενέσθαι οὐκ εἴα, τὴν οἰκείαν τοῖς ἀνθρώ 1.122 ποις διὰ τῆς κτίσεως προμήθειαν ἐπιδεικνύμενος. Καὶ τοῦτο δεδήλωκεν ὁ θεῖος ἀπόστολος ἐν Λύστροις δημηγορήσας· πρὸς γὰρ αὖ πολλοῖς ἑτέροις καὶ τάδε εἴρηκεν· "Ὃς ἐν ταῖς παρῳ χημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς 1.123 καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν." Τὸ μὲν γὰρ Ἀβραμιαῖον γένος καὶ νόμον θεῖον ἐδέξατο καὶ προφητικῆς ἀπήλαυσε χάριτος· τὰ δέ γε ἄλλα ἔθνη διὰ τῆς φύσεως καὶ τῆς κτίσεως ἐποδήγει 1.124 πρὸς θεοσέβειαν τῶν ὅλων ὁ πρύτανις. Καὶ καθάπερ τὸν ὑετὸν διαφερόντως μὲν τῇ γεωργουμένῃ γῇ τῆς τῶν ἀνθρώπων εἵνεκα χορηγίας ὁ μεγαλόδωρος ἐνίησιν, ἐκ περιουσίας δὲ καὶ φιλοτι μίας κἀν ταῖς ἐρήμοις κἀν τοῖς ὄρεσιν ὕει-καὶ ἡ μὲν ἀρουμένη τοὺς ἡμέρους φύει καρπούς, ἡ δὲ ἀγεώργητος τοὺς ἀγρίους· ὁρῶ μεν δὲ ἔστιν ὅτε καὶ ἐν μνήμασι καὶ ἐν τοίχοις φυομένας συκᾶς-, οὕτω τὸ τῆς γνώσεως δῶρον ἐξαιρέτως μὲν τοῖς εὐσεβέσι δεδώ ρηται, τοῖς δέ γε οὐ τοιούτοις, ὡς ταῖς ἐρήμοις καὶ ταῖς λό 1.125 χμαις ὁ ὑετός. Ὅθεν πολλάκις καί τινα ἐδώδιμα φύουσι καὶ τοὺς τῶν γεωργουμένων μιμοῦνται καρπούς, ἐπίδηλα δὲ ὅμως ἐστίν, ὡς γεωργίας προφητικῆς οὐ τετύχηκε· τραχύτης γάρ τις αὐτοῖς ἀναμέμικται καὶ πικρότης· οἱ δέ γε διακρίνειν εἰδότες, τὸ χρει ῶδες καρπούμενοι, τὸ λοιπὸν χαίρειν ἐῶσι, καθάπερ οἱ τὰς ῥοδω νιὰς τρυγῶντες καταλείπουσι μὲν τὰς ἀκάνθας, ξυλλέγουσι δὲ 1.126 τὰς κάλυκας. Καὶ μὲν δὴ καὶ ταῖς μελίτταις οὗτος ὁ νόμος ἐμπέφυκεν· οὐ γλυκέσι γὰρ μόνοις, ἀλλὰ καὶ πικροῖς ἄνθεσιν ἐφιζάνουσαι, τὴν μὲν γλυκεῖαν ἀνιμῶνται ποιότητα, τὴν δὲ πικρὰν ἀποστρέφονται καὶ ἐκ διαφόρων ποιοτήτων, πικρῶν τε καὶ στρυ φνῶν καὶ αὐστηρῶν καὶ δριμέων, τὸ γλυκύτατον μέλι τοῖς ἀνθρώ 1.127 ποις κατασκευάζουσιν· ταύτας δὴ καὶ ἡμεῖς μιμούμενοι, ἐκ τῶν πικρῶν ὑμῶν λειμώνων τὸ γλυκὺ τῆς ὠφελείας ὑμῖν κατασκευά ζομεν μέλι. Καὶ ὥσπερ οἱ τὰ σώματα θεραπεύοντες ἐκ τῶν ἰοβόλων θηρίων ὀνησιφόρα κατασκευάζουσι φάρμακα, καὶ τῶν ἐχιδνῶν τὰ μὲν ἀποβάλλοντες, τὰ δὲ ἕψοντες, πολλὰς διὰ τού των ἐξελαύνουσι νόσους, οὕτως καὶ ἡμεῖς, τὰ τῶν ὑμετέρων ποιητῶν καὶ ξυγγραφέων καὶ φιλοσόφων πονήματα μεταχειρισά μενοι, τὰ μὲν ὡς δηλητήρια καταλείπομεν, τὰ δὲ τῇ τῆς διδα σκαλίας ἐπιστήμῃ διασκευάσαντες, ἀλεξιφάρμακον ὑμῖν θεραπείαν προσφέρομεν· καὶ οὓς ἀντιπάλους ἡμῶν ὑπειλήφατε, τούτους τῶν ἡμετέρων λόγων ἀποφαίνομεν ξυνηγόρους καὶ τῆς πίστεως 1.128 δείκνυμεν διδασκάλους. Οὕτω, ξὺν Θεῷ φάναι, καὶ τὴν ἄλλην 1.128 ὑμῖν διδασκαλίαν προσοίσομεν. Ὑμεῖς δὲ μεμαθηκότες ὡς ἀναγκαῖον τὸ τῆς πίστεως χρῆμα, τὴν Πυθαγόρειον σιωπὴν ἀγα πήσατε καὶ τὰς ἀκοὰς ἡσυχῇ τῷ λόγῳ παράσχετε, πιστῶς δεχό μενοι τὰ λεγόμενα· οὕτω γὰρ δὴ κατὰ βραχὺ δυνήσεσθε μαθεῖν τὴν ἀλήθειαν.

t ΠΕΡΙ ΑΡΧΗΣ.

2.1 Τὸ φῶς τὸ αἰσθητόν, καὶ τὸ ἄνωθεν φερόμενον καὶ τὸ κάτω παρ'

ἀνθρώπων ἐπινοούμενον, ἐπιδείκνυσι τοῖς ὁρῶσι, τί μὲν χρυσὸς καὶ τί ἄργυρος, τί δὲ χαλκὸς καὶ σίδηρος καὶ κασσίτε ρος, καὶ τὰς ἄλλας ὕλας ὡσαύτως, καὶ μὲν δὴ καὶ χρωμάτων καὶ σχημάτων καὶ φυτῶν καὶ ζῴων διδάσκει διαφοράν, ἀλλ' οἱ τὰς ὄψεις ἐρρωμένοι μόνοι τήνδε τὴν γνῶσιν δέχονται. Οἱ γὰρ δὴ τυφλώττοντες οὐδὲν ἀπὸ τῆς ἀκτῖνος ὀνίνανται· οὐδὲ γὰρ αὐτὴν 2.2 τοῦ φωτὸς ὁρῶσι τὴν αἴγλην. Τούτοις ἐοίκασιν οἱ τὸ νοερὸν φῶς τῆς ἀληθείας ἰδεῖν οὐκ ἐθέλοντες, ἀλλ' ἀσπασίως ἐν τῷ ζόφῳ τῆς ἀγνοίας διάγοντες, καθάπερ τῶν πτηνῶν τὰ νύκτωρ πετό μενα, ἅπερ δὴ μάλα εἰκότως ἀπὸ τῆς νυκτὸς παρωνύμως προσ αγορεύονται· νυκτερίδες γάρ τοι καὶ