13
βδελύττῃ γὰρ ἅπαντας τοὺς παράνομον βίον ἀσπαζομένους. Τοῦτο γὰρ ἐπήγαγεν· ζʹ. "Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος." Τὸν τῆς κακίας κατάλογον εἰς μέσον παρήγαγεν, ἐναντία δεικνὺς ἅπαντα τοῦ θείου θελή ματος. Οὐ γὰρ μόνον ἀπαγορεύει πονηρίαν, καὶ παρανομίαν, καὶ ψεῦδος, καὶ δόλον, καὶ μιαιφονίαν· ἀλλὰ καὶ τοὺς τούτων ἐργάτας βδελύττεται, μετα νοίᾳ προσέχειν οὐ βουλομένους. Σημαίνει δέ γε διὰ τούτων τοὺς κατὰ τῆς Ἐκκλησίας ἐν διαφόροις ἐπαναστάντας καιροῖς, καὶ περιγενέσθαι μὴ δυνη θέντας, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπαγόρευσιν· "Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς." Τοῦτο δὲ καὶ ὁ ψαλμὸς παρε δήλωσεν. ηʹ. "Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύ σομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ἅγιον σου ἐν φόβῳ σου." Τῆς γὰρ σῆς ἀπολαύουσα φιλανθρωπίας, καὶ τῇ σῇ δεξιᾷ φρουρουμένη, τὴν διηνεκῆ σοὶ προσφέρω προσκύνησιν ἐν τῷ ἀφιε ρωμένῳ τῇ σῇ δόξῃ ναῷ, τὸν σὸν ἀεὶ περιφέρουσα φόβον· οὐδὲ γὰρ ἀνέξομαι τοῦτον ἀποβαλεῖν, τῇ σῇ φιλανθρωπίᾳ θαῤῥοῦσα. θʹ. "Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου." Ἔνια τῶν ἀντιγράφων "ἐνώπιόν μου τὴν ὁδόν σου" ἔχει· ἑκάτερα δὲ τῆς εὐσεβοῦς ἔχεται διανοίας. Εἴτε γὰρ ἡ ἡμετέρα ὁδὸς κατευθυνθείη ἐνώπιον τοῦ Θεοῦ, πλάνης οὐ ληψόμεθα πεῖραν· εἴτε ἡ τοῦ Θεοῦ ὁδὸς ἐνώπιον ἡμῶν κατευθυνθείη, αὐτὴν ὁδεύσομεν, καὶ πρὸς αὐτὴν προθύμως δρα μούμεθα. Αἰτεῖ τοίνυν ἡ κληρονομοῦσα ὁδηγηθῆναι μὲν ὑπὸ τῆς τοῦ Θεοῦ δικαιοσύνης, κατευθυνθῆναι δὲ αὐτῇ τὴν ὁδὸν, καὶ ἐξευμαρισθῆναι, ἵνα ῥᾳδίως ὁδεύῃ. Ταύτην ὁ Σύμμαχος τὴν διάνοιαν τέθεικεν· ἀντὶ γὰρ τοῦ, κατεύθυνον, ὁμάλισον εἴρηκεν. Ἀκούομεν δὲ καὶ αὐτοῦ τοῦ Χριστοῦ διὰ Ἡσαΐου· 80.900 "Ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας." Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ ὁ μακάριος ἔφη ∆αβίδ· "Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα." Ταπεινοφροσύνης δὲ μεστὰ τῆς κληρονομούσης τὰ ῥήματα. Οὐ γὰρ αἰτεῖ διὰ τὴν ἑαυτῆς δικαιοσύνην κατευθυνθῆναι αὐτῇ τὴν ὁδὸν, ἀλλὰ διὰ τοὺς ἐχθροὺς τοὺς δυσσεβείᾳ συζῶντας, τοὺς ἀδίκως αὐτῇ πολεμοῦντας. Εἶτα αὐτῶν καὶ κατὰ μέρος διδάσκει τὰ τῆς πονηρίας ἐπιτηδεύματα. ιʹ. "Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλή θεια." Τῷ ψεύδει, φησὶ, διηνεκῶς τὴν γλῶτταν μολύνουσιν. "Ἡ καρδία αὐτῶν ματαία." Τοῖς λό γοις αὐτῶν καὶ οἱ λογισμοὶ συμβαίνουσι, καὶ συνομο λογεῖ τῷ στόματι ἡ διάνοια. ιαʹ. "Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν." Οἱ κεκλεισμένοι τάφοι κεκρυμμένην ἔχουσι τὴν δυσ οσμίαν, οἱ δὲ ἀνεῳγμένοι πολλὴν ἀποπέμπουσι τὴν δυσωδίαν· τοιαῦτα καὶ οὗτοι, φησὶν, ἐρυγγάνουσι ῥήματα πάσης ἀσεβείας καὶ δυσοσμίας μεστά. ∆ιὰ τούτων δὲ τῶν λόγων τὰς κατὰ τοῦ Θεοῦ βλα σφημίας αἰνίττεται, καὶ τῆς ἀκολασίας καὶ τῆς ἀσελ γείας τὰ ῥήματα. "Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦ σαν· κρῖνον αὐτοὺς ὁ Θεός." Χαλεπώτερα τῶν προφερομένων ῥημάτων τὰ κεκρυμμένα· δόλῳ γὰρ κεχρημένοι μυρία τινὰ κατὰ τῶν πέλας τυ ρεύουσιν. "Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν, κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς." Ἀχθήτωσαν τοίνυν ὑπὸ τὴν σὴν κρίσιν, ὦ ∆έσποτα, καὶ διαμάρτωσιν ὧν καττύουσι καθ' ἡμῶν, καὶ μαθέτωσαν διὰ τῆς πείρας, ὡς ἱστὸν ἀράχνης ὑφαί νουσι, καὶ δότωσαν ποινὴν τῶν τολμημάτων ἀξίαν. "Ὅτι παρεπίκρανάν σε, Κύριε." Κατὰ σοῦ γὰρ τὸν πόλεμον κεκινήκασι, πρὸς τοὺς ἀνακειμένους σοι κινήσαντες τὴν παράταξιν. ιβʹ. "Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώ σεις ἐν αὐτοῖς." Τοῦτο δὲ τοὺς εἰς σὲ πεπιστευκό τας εὐφροσύνης ἐμπλήσει, καὶ παρέξει αὐτοῖς θυμηδίαν αἰώνιον· οὐχ ὁ ἐκείνων ὄλεθρος, ἀλλ' ἡ σὴ προμήθεια. Πείθονται γὰρ ὡς ἐνοικεῖς ἐν αὐτοῖς, καὶ ἐμπεριπατεῖς, καὶ οἶκον αὐτοὺς ἀφιερωμένον ἀποφαίνεις. "Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου. [ιγʹ.] Ὅτι σὺ εὐλογήσεις