13
τὰ λόγια, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται), ἀλλὰ τοῦτο συμβέβηκεν, ὦ ἁγιώτατε, κατὰ τὸ ἐνηλλαγμένον τῆς αὐτεξουσίου προαιρέσεως, ὀλιγωρησάσης ἐκ τοῦ θείου ἔρωτος καὶ περὶ τὰ πρόσυλα τὴν ἑαυτῆς ἔφεσιν ἐκδεδωκυίας καὶ οὐ θελούσης οὐδὲ αἱρουμένης τῶν εὐκλεῶν ἐφάψασθαι παραδειγμάτων οὐδὲ μεταγράψαι ἀπὸ τῆς ἀρχετύπου καὶ πατρίου θεοειδοῦς εἰκόνος, ἐκ δὲ τῶν δυσμόρφων καὶ ἀλλοκότων καὶ τερατουργημένων. διὰ τοῦτο τὰ ψυχικὰ ἰνδάλματα ἐπιφέρομεν, τὸ μέν τι ἀνθρωπείου μέρους ἔχοντα, τὸ δὲ κυνός, τὸ δὲ λεοπάρδου τυχόν, τὸ δὲ ἰχθύος ἤ τινος ἄλλου τῶν ἑρπετῶν, ἀναγωγικῶς ταῦτα λαμβανούσης τῆς ὁσιότητός σου. Οἱ τὰ τοιαῦτα τοιγαροῦν ἐκ φενακισμοῦ βατταρίζοντες ἢ ῥηξάτωσαν γυμνῇ τῇ κεφαλῇ τὰ εὐαγγέλια καὶ τὰ μαρτύρια καὶ τὰ δικαιώματα τοῦ Κυρίου καὶ πᾶσαν δέλτον ἁγιοπαράδοτον ἤ, τοῦτο μὴ ποιοῦντες, τὸ νηπιῶδες φρόνημα καὶ ἀλόγιστον ἀποθέμενοι, ὡς ὄντως εἰς ἄνδρα τελοῦντες τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, κατὰ τὰ θεοπαράδοτα λόγια καὶ περιπατείτωσαν καὶ τοὺς ἄλλους ἐκπαιδευέτωσαν· ἤ, μηδέτερον τῶν εἰρημένων ποιοῦντες, κἂν γοῦν τὸ ἑαυτῶν ἀθέλητον καὶ ἄσωτον κατηγορησάτωσαν. ἴσως γὰρ αὐτοῖς ἔσται καιρὸς ἀνανήψεως. Φεῦ δέ μοι, πάτερ τιμιώτατε, ὅτι ἔνοχος ὢν πάντων τῶν εἰρημένων καὶ πάσης διαστροφῆς καὶ ἀνευθύτητος ὑπουργὸς ὡς ἐπεμβαίνειν ἄλλοις ἠρξάμην καὶ νομοθετεῖν. κλαυσάτωσαν καὶ θρηνείτωσαν ἐπ' ἐμοὶ καὶ αὐτοὶ οἱ ἀναίσθητοι λίθοι, κινδυνεύοντι κατὰ πᾶσαν ὥραν καὶ ῥήσσοντι τὸ ποίμνιον τοῦ Χριστοῦ, ἀναξίως μοι παραδεδομένον. τοσαῦτά μοι προήχθη κελεύοντί σοι, ὦ θεοτίμητε, ἀνταποκριθῆναι. αὐτὸς δέ, ἐρηρεισμένος ὢν τῇ δυνάμει τοῦ πνεύματος καὶ τῇ περιλήψει τῶν νομίμων καὶ πατρίων ἐντολῶν, ἀκίνητος μένοις καὶ ἄσαλος καὶ ἀκαταπτόητος ἐκ τῶν παρά τινων πολυτρόπως προσεπεισφρησάντων σοι, οἷα ἀνέμων ἢ τρικυμιῶν λογυδρίων, βαίνων ἐν τῇ βασιλικῇ ὁδῷ τῆς ἀκραιφνοῦς πολιτείας καὶ τὴν ἐφ' ἑκάτερα παρατρέχων ματαιολογίαν τῶν ἀνθρώπων εὐχόμενός τε ἀδιαλείπτως ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν τὰ κράτιστα.
9 {1Γελασίῳ μαθητῇ}1
Ὦ τέκνον μου, ἀββᾶ Γελάσιε, πῶς ποτέ σε ἐξωστράκισεν ὁ ἀρχέκακος
σατανᾶς ἐκ τοῦ κοινοβιακοῦ σου παραδείσου, ὥς ποτε τὸν Ἀδὰμ ἐκ τῆς Ἐδέμ, πεισθέντα τῇ βουλῇ τοῦ ὀφιογνώμονος Ἀμμοῦν;καὶ ἄρτι αὐλίζῃ ἐν τόποις, οὓς οὐκ ἐπισκοπεῖ ὁ Κύριος, ἀκανθοφορῶν καὶ ἐργαζόμενος ἐν ἱδρῶτι τοῦ προσώπου σου τὰ πάθη τῆς ἀτιμίας. τί γὰρ καλὸν ἐξεληλυθὼς ἢ εἰργάσω ἢ ἐργάζῃ; τί δὲ οὐ μᾶλλον πονηρὸν καὶ ἀπευκτόν; ἐξέλιπέν σου τὸ νοερὸν φῶς τῆς ὁδηγίας, ἐσβέσθη ὁ σπινθὴρ τῆς πνευματικῆς φιλίας. οἱ φίλοι σου καὶ οἱ πλησίον (οὐ μόνον λέγω τοὺς ποθεινούς σου ἀδελφούς, ἀλλὰ καὶ τοὺς τοῦ θεοῦ ἀγγέλους) ἐξ ἐναντίας σου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἤγγισαν οἱ δαίμονες, ἐκζητοῦντες ἀπολέσαι σου τοὺς προειργασμένους ἀσκητικοὺς καμάτους. ποῦ ποτέ σου ἡ καθαρὰ προσευχή; ποῦ ποτέ σου ἡ ἀκράδαντος ὁμολογία, ἡ φωτοποιὸς ἐξαγόρευσις, ἡ ἀγγελικὴ χοροστασία, ἡ θεομίμητος ὑπακοή, ἡ χριστοφόρος ταπεινοφροσύνη, ἐκεῖνο τὸ καλὸν καὶ τερπνόν, ὃ ᾄδει ὁ ᾀσματογράφος ∆αυίδ, ἡ ἐπὶ τὸ αὐτὸ συνοίκησίς σου τῶν ἀδελφῶν; Τούτων πάντων ἐπεὶ ἔρημος γέγονας, τέκνον μου, ἔχεις ἀντεισαχθέντα σοι τὰ ἐναντία, σκοτασμὸν νοός, ἀναλγησίαν ψυχῆς, πώρωσιν καρδιακήν, δυσπιστίαν, ἀνελπιστίαν, ὀλιγωρίαν, φόβον θανάτου, τρόμον ἀπολογίας. καὶ τί δεῖ καταλέγειν ἕνα ἕκαστον, ὅτι στένων καὶ τρέμων καϊτικῶς πάντως διαβιοῖς; καὶ οὔπω λέγω τῶν σαρκικῶν παθῶν τὸν ἑσμόν, ἀναρριπίζοντά σου τὰ ἐντὸς καὶ ἀναφλέγοντα τὴν ἁμαρτίαν. διὸ δή, τέκνον