1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

13

ἐρωτῆσαι, πῶς γίνεται ὁ χωρισμὸς τῆς ψυχῆς καὶ ποῦ ἄπεισιν καὶ τίνες οἱ διακομίζοντες. 181Jo 12, 10 Πάντα λοιπὸν ὡς παράφρονες ἐβουλεύοντο οἱ ἀρχιερεῖς καὶ τὸν Λά ζαρον φονεῦσαι οἰόμενοι συναναιρεθήσεσθαι τὴν πίστιν καὶ τῶν αὐτῷ συντυγ χανόντων. 182 Jo 12, 12-13 Οὐδεμίαν ἐπιστροφὴν οἱ ὄχλοι ποιησάμενοι τῶν ἡγουμένων καίπερ ὁρῶντες αὐτοὺς φονῶντας ἔδραμον εἰς συνάντησιν τοῦ Χριστοῦ οὐχ ὡς ἄνθρωπον δοξο λογοῦντες, ἀλλ' ὡς ἐπουράνιον βασιλέα, καὶ δι' ὧν ἔλεγον, ἐπλήρουν τὴν τοῦ ∆αβὶδ προφητείαν. 183 Jo 12, 13-15 Εἰ δὲ μηδὲν ἕτερόν φησιν ὁ εὐαγγελιστὴς ὧν οἱ προλαβόντες ἔφασαν εὐαγγελισταὶ ἐπὶ ταύτῃ τῇ εἰσόδῳ εἰρῆσθαι ἢ γεγενῆσθαι, οὐ δεῖ ξενίζεσθαι· ὡς ἐπίπαν γὰρ τὰ παραλελειμμένα τοῖς ἄλλοις εἰπεῖν προθέμενος ἐπιτέμνεται, ἃ τῇ ἀκολουθίᾳ τοῦ λόγου ἐξ ἀνάγκης διηγεῖται τοῦ περὶ Λαζάρου. 184Jo 12, 14-15 Τὸ ἐπὶ τοῦ πώλου καθεσθῆναι ἐπὶ τῇ αὐτοῦ ἔκειτο προαιρέσει· τὸ μέντοι βοῆσαι τὰ πλήθη καὶ κράξαι τὴν τοιαύτην φωνὴν οὐκέτι ἦν ἐπ' αὐτῷ, ἀλλ' ἐπὶ τῇ τῶν εὐφημούντων ἐξουσίᾳ· εἰ μὲν γὰρ ἀφ' ἑαυτῶν κινούμενοι ἐβόων, ἔργῳ ἐδείκνυον τὸ ἀποτέλεσμα τῆς προφητείας καὶ μάρτυρες τῆς ἀληθείας ἐγίνοντο. εἰ δὲ ὑπὸ τῆς ἀοράτου αὐτοῦ δυνάμεως παρορμώμενοι τὴν δοcolογίαν ἐποι οῦντο, καὶ οὕτω γνώρισμα παρεῖχον τῆς ἐνθέου αὐτοῦ ἐξουσίας. 185Jo 12, 14-15 Ἵνα πληρώσῃ τὴν προφητείαν, ἐκάθισεν ἐπὶ τῆς ὄνου, ἀλλ' ἐπείπερ ἐξῆν τῷ βουλομένῳ καθίσαντι ἐπὶ ὄνον ψευδῶς ἑαυτῷ ἐπιφημίζειν τὴν τοιαύτην προφητείαν, ἐξ ὧν οἱ ὄχλοι ἢ ἑκόντες ἢ τῇ ἀοράτῳ τοῦ Χριστοῦ δυνάμει ἐπὶ τὸ εὐφημεῖν αὐτὸν ἦλθον, ἔδειξαν ἐπ' αὐτῷ λεχθὲν τὸ τῆς προφητείας. 186Jo 12, 16 Ἐκ τῶν μὲν τεραστίων, ὧν ἐποίει, ᾔδεσαν, ὅτι αὐτὸς ἦν ὁ Χριστός, μετὰ δὲ τὴν ἀνάστασιν αὐτοῦ βεβαίως ἐκτήσαντο τὴν περὶ αὐτοῦ γνῶσιν ἐκ τῆς τῶν γραφῶν μαρτυρίας. 187 Jo 12, 17 Ἐκ τούτου οὖν ἔστι γνῶναι, ὅτι οὐκ ἀκρίτως ἐπίστευσεν ὁ ὄχλος, ἀλλὰ οἱ μὲν εἶδον, οἱ δὲ ἤκουσαν παρὰ τῶν ἑωρακότων, ὅτι ἀνέστησε τὸν Λάζαρον. 188 Jo 12, 19 Ζημίαν ἡγούμενοι τὸ τῶν πιστευόντων κέρδος ταῦτα οἱ Φαρισαῖοι ἔλεγον. 189 Jo 12, -24 Τῆς φήμης πανταχοῦ διερχομένης καὶ Ἕλληνες λοιπὸν παραγίνονται. ἐξ ὧν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ λέγοντες· κύριε, θέλομεν τὸν ἸηJoῦν ἰδεῖν. ὁ δὲ Φίλιππος κοινοῦται τῷ Ἀνδρέᾳ, ἀμφότεροι δὲ ἀναφέρουσι τῷ διδασκάλῳ. ὁ δὲ ἸηJoῦς ἀποκρίνεται αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα. 190Jo 12, 23-24 ∆έον ἦν πρῶτον γενέσθαι τὴν διὰ τοῦ πάθους ἀπολύτρωσιν, ἣν δι' ἡμᾶς ὑπομείνας ἀνέστη· ὅτε δὲ μετὰ τὴν ἀνάστασιν ἐδοξάσθη ὑπὸ πάντων ὡς υἱὸς θεοῦ, τότε καὶ τοὺς ἐξ ἐθνῶν καταλαμφθῆναι τῷ κηρύγματι. 191Jo 12, 24-25 Τῷ προκειμένῳ ἐχρήσατο παραδείγματι σημαίνειν θελήσας τὰ πλήθη τὰ διὰ τοῦ πάθους ὠφελεῖσθαι μέλλοντα. εἰ τοίνυν καὶ ὁ τοῦ θεοῦ υἱὸς οὐκ ἤθελεν τοῦ ἰδίου ἀξιώματος παρακατιὼν ὑπομεῖναι τὸν θάνατον, μόνος ἔμενεν ἐν τῇ ἰδίᾳ δόξῃ· νῦν δὲ διὰ τὴν πρὸς ἡμᾶς φιλίαν παθεῖν ἀνασχόμενος σαρκὶ καὶ ἀναστὰς πάντας ἀνθρώπους συνανέστησεν ἑαυτῷ. φανερώσας οὖν τὸ ἐκ τοῦ ἰδίου πάθους κέρδος προτρέπεται καὶ τοὺς εἰς αὐτὸν πιστεύοντας τοῦ θανάτου καταφρονεῖν. 192 Jo 12, 24-25 Τὸ κέρδος τὸ ἐκ τοῦ πάθους διὰ τῶν εἰρημένων φανερώσας προτρέπει καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ὁμοίως αὐτῷ τοῦ θανάτου καταφρονεῖν· ὁ γὰρ θελήσας ἐνθάδε πρὸς ὀλίγον φείσασθαι τῆς ψυχῆς ὄλεθρον αὐτῇ πρὸς τὸ μέλλον προξενεῖ, ὁ δὲ ἀφειδήσας αὐτῆς ἐν τῷ παρόντι καὶ τῆς ἐν τῷ κόσμῳ τούτῳ καταφρονήσας ζωῆς τὴν ἄφθαρτον ἑαυτῷ καὶ ἀΐδιον ἐν τῷ μέλλοντι περιποιεῖ. 193 Jo 12, 25 Ὁ τῆς ἐν τῷ κόσμῳ τούτῳ καταφρονήσας ζωῆς τὴν ἄφθαρτον ἐν τῷ μέλλοντι κληρονομήσει ζωήν. 194 Jo 12, 26 Προτρέπει δὲ αὑτῷ ἀκολουθεῖν μιμουμένους τὸν βίον καὶ τὴν τῆς πολι τείας αὐτοῦ ζηλοῦντας ἀρετήν. καὶ εἴποι μοι δ' ἂν πάντα τὸν ὅτι πότ' οὖν κατὰ λόγον θεοῦ πράττοντα διακονεῖν τῷ λόγῳ καὶ ὑπηρετεῖν τῷ υἱῷ τοῦ θεοῦ καὶ ἀκολουθεῖν αὐτῷ μηδὲν ἀλόγως πράττοντα· οὐ γὰρ ἁπλῶς περιπατοῦντα ἕπεσθαι