Chapter X.
In the next place, since our opponents keep repeating those statements about faith, we must say that, considering it as a useful thing for the multitude, we admit that we teach those men to believe without reasons, who are unable to abandon all other employments, and give themselves to an examination of arguments; and our opponents, although they do not acknowledge it, yet practically do the same. For who is there that, on betaking himself to the study of philosophy, and throwing himself into the ranks of some sect, either by chance,29 ἀποκληρωτικῶς. or because he is provided with a teacher of that school, adopts such a course for any other reason, except that he believes his particular sect to be superior to any other? For, not waiting to hear the arguments of all the other philosophers, and of all the different sects, and the reasons for condemning one system and for supporting another, he in this way elects to become a Stoic, e.g., or a Platonist, or a Peripatetic, or an Epicurean, or a follower of some other school, and is thus borne, although they will not admit it, by a kind of irrational impulse to the practice, say of Stoicism, to the disregard of the others; despising either Platonism, as being marked by greater humility than the others; or Peripateticism, as more human, and as admitting with more fairness30 μᾶλλον εὐγνωμόνως. than other systems the blessings of human life. And some also, alarmed at first sight31 ἀπὸ πρώτης προσβολῆς. about the doctrine of providence, from seeing what happens in the world to the vicious and to the virtuous, have rashly concluded that there is no divine providence at all, and have adopted the views of Epicurus and Celsus.
Εἶτ' ἐπεὶ τὰ περὶ τῆς πίστεως θρυλοῦσι, λεκτέον ὅτι ἡμεῖς μὲν παραλαμβάνοντες αὐτὴν ὡς χρήσιμον τοῖς πολλοῖς ὁμολογοῦμεν διδάσκειν πιστεύειν καὶ ἀλόγως τοὺς μὴ δυναμένους πάντα καταλιπεῖν καὶ ἀκολουθεῖν ἐξετάσει λόγου, ἐκεῖνοι δὲ τοῦτο μὴ ὁμολογοῦντες τοῖς ἔργοις αὐτὸ ποιοῦσι. Τίς γὰρ προτραπεὶς ἐπὶ φιλοσοφίαν καὶ ἀποκληρω τικῶς ἐπί τινα αἵρεσιν ἑαυτὸν φιλοσόφων ῥίψας ἢ τῷ εὐπο ρηκέναι τοιοῦδε διδασκάλου ἄλλως ἐπὶ τοῦτο ἔρχεται ἢ τῷ πιστεύειν τὴν αἵρεσιν ἐκείνην κρείττονα εἶναι; Οὐ γὰρ περιμείνας ἀκοῦσαι τοὺς πάντων φιλοσόφων λόγους καὶ τῶν διαφόρων αἱρέσεων καὶ τὴν ἀνατροπὴν μὲν τῶνδε κατασκευὴν δὲ ἑτέρων, οὕτως αἱρεῖται ἤτοι Στωϊκὸς ἢ Πλατωνικὸς ἢ Περιπατητικὸς ἢ Ἐπικούρειος εἶναι ἢ ὁποιασδήποτε φιλοσόφων αἱρέσεως· ἀλλ' ἀλόγῳ τινί, κἂν μὴ βούλωνται τοῦτο ὁμολογεῖν, φορᾷ ἔρχονται ἐπὶ τὸ ἀσκῆσαι, φέρ' εἰπεῖν, τὸν στωϊκὸν λόγον, καταλιπόντες τοὺς λοιπούς, ἢ τὸν πλατωνικόν, ὑπερφρονήσαντες ὡς ταπεινοτέρων τῶν ἄλλων, ἢ τὸν περιπατητικὸν ὡς ἀνθρωπικώτατον καὶ μᾶλλον τῶν λοιπῶν αἱρέσεων εὐγνωμόνως ὁμολογοῦντα τὰ ἀνθρώπινα ἀγαθά. Καὶ ἀπὸ πρώτης δὲ προσβολῆς ταραχ θέντες τινὲς εἰς τὸν περὶ προνοίας λόγον ἐκ τῶν ἐπὶ γῆς γινομένων φαύλοις καὶ σπουδαίοις προπετέστερον συγκατέ θεντο τῷ μηδαμῶς εἶναι πρόνοιαν καὶ τὸν Ἐπικούρου καὶ Κέλσου εἵλοντο λόγον. Εἴπερ οὖν δεῖ πιστεύειν, ὡς ὁ λόγος ἐδίδαξεν, ἑνί τινι τῶν αἱρέσεις εἰσηγησαμένων ἐν Ἕλλησιν ἢ βαρβάροις, πῶς οὐχὶ μᾶλλον τῷ ἐπὶ πᾶσι θεῷ καὶ τῷ διδάσκοντι τοῦτον μόνον δεῖν σέβειν τὰ δὲ λοιπά, ἤτοι ὡς μὴ ὄντα ἢ ὡς ὄντα μὲν καὶ τιμῆς ἄξια οὐ μὴν καὶ προσκυνήσεως καὶ σεβασμοῦ, παρορᾶν;