παντάπασιν οὖσαν ὁ λόγος εὑρίσκει ἢ τὸ πάντων ἔσχατον καὶ μόγις εἰς ἔννοιαν νόθον ἀφικνεῖσθαι δυνάμενον. ἀλλὰ γὰρ τὸ πῦρ τὸ ἀφεγγὲς ἆρά γε πλέον ἐστὶν τῆς μελλούσης ἐρημωθήσεσθαι ὕλης ὑπὸ τῆς θείας δυνάμεως ἢ ἔλαττον; ἀλλ' εἰ μὲν ἔλαττον, πῶς καταγωνιεῖται τὸ πλέον; εἰ δὲ πλέον, ἐπανάγειν μὲν αὐτὸ πρὸς αὑτὸ δυνήσεται τῆς αὐτῆς ὂν φύσεως, οὐ μὴν διαφθείρει γε αὐτό, ὥσπερ οὐδὲ ὁ Νεῖλος τοὺς ἀπ' αὐτοῦ ἀποτεμνομένους κόλπους.
14