συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσυχάσας ἐφωράθη βαρβάρους τινὰς μισθωσάμενος πρὸς τὸ αὗθις ἀναμαχέσασθαι· μαθὼν δὲ ταῦτα ὁ Κωνσταν τῖνος ἐκέλευσεν κεφαλικὴν αὐτὸν ὑποστῆναι τιμω ρίαν. Τότε τελείως τὰ πράγματα ἡσυχίας καὶ γαλή νης ἀπήλαυσε τῇ τοῦ σταυροῦ ἀηττήτῳ δυνάμει, τῆς τῶν τυράννων μοχθηρίας ἀπαλλαγείσης. Κατ' ἐκεῖνον τὸν χρόνον ὁ τῆς Αἰλίας ἐπίσκοπος Μακάριος ὁ φερώνυμος ἦν Ἑρμωνᾶν διαδεξάμενος. Ὁ δὲ μέγας Κωνσταντῖνος μονοκράτωρ γενόμενος πᾶσαν τὴν φροντίδα εἰς τὰ θεῖα μετήνεγκεν, ἀνοι κοδομῶν ἐκκλησίας καὶ φιλοτίμως πλουτῶν αὐτὰς ἐκ τοῦ δημοσίου λόγου ἔν τε χρήμασι καὶ ἀναλώμασι, καὶ παντοίοις κειμηλίοις, καὶ πρῶτον νόμον ἔγραψε ἀποδίδοσθαι τὰ τοῖς εἰδώλοις ἀφιερωμένα τῇ τῶν Χριστιανῶν Ἐκκλησίᾳ, καὶ τοὺς ἔτι εἰδωλολα τροῦντας κεφαλικαῖς ὑφίστασθαι τιμωρίαις· δεύτε ρον νόμον ἔγραψε, Χριστιανοὺς μόνους στρατεύε σθαι, ἐθνῶν τε καὶ στρατοπέδων τούτους ἄρχειν. Τρίτον νόμον ἔγραψε, ἀπράκτους εἶναι τήν τε τοῦ σωτηρίου πάθους ἑβδομάδα, καὶ τὴν τῆς ∆ιακαινησίμου. Καὶ ἦν λοιπὸν εἰρήνη βαθεῖα καὶ χαρὰ 4060 ἐν ὅλῃ τῇ οἰκουμένῃ, πάντων τῶν ἐθνῶν ὁσημέραι προστρεχόντων τῷ θείῳ βαπτίσματι, καὶ ἰδίαις χερ σὶν τοὺς πατρῴους θεοὺς συντριβόντων. Ἀλλὰ ταῦτα οὐκ ἦν φορητὰ τῷ ἀλάστορι δαίμονι, ἀλλὰ πάλιν καθ' ἑαυτὸν ἐδραματούργει, πῶς ἂν ἐκ κόψειεν τὴν τοσαύτην τῶν Χριστιανῶν χαρμονὴν, καὶ ποιήσαι μὲν τοὺς ἀνθρώπους θεοποιῆσαι τὴν κτίσιν, οὐκ ἔτι δὲ οἷόστε ἦν. Ἐφωράθη γὰρ ἡ ἀπά τη αὐτοῦ. Τὸν δὲ Κτίστην συντάξαι τοῖς κτίσμασι παραπεῖσαι ἐπειράθη τοὺς ἀστηρίκτους. Καὶ ἦν τά ραχος οὐκ ὀλίγος ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, Ἀρείου τινὸς Ἀλεξανδρέως ἄνω καὶ κάτω κινοῦντος, καὶ τὴν οἰκουμένην ταράττοντος. Συναπήχθη σαν αὐτῷ ἐπίσκοποί τινες ὀλίγοι τὸν ἀριθμὸν, ὧν πρῶτος Εὐσέβιος ὁ Νικομηδείας, καὶ Εὐσέ βιος ὁ Παμφίλου, καὶ ἕτεροι σὺν αὐτοῖς. Θεω ρῶν δὲ τὴν μεγάλην φιλονεικίαν ὁ μέγιστος Κων σταντῖνος, ἠνιᾶτο τὴν ψυχὴν, καὶ πρῶτον μὲν ἐπει ρᾶτο διὰ παραινετικῶν ῥημάτων καὶ γραμμάτων τῶν ἑκατέρων μερῶν διαλῦσαι τὴν ἔριν. Ὡς δὲ εἶ δεν ἀνήκεστον γενόμενον τὸ κακὸν, προσέταξε γε νέσθαι οἰκουμενικὴν σύνοδον ἐν τῇ Νικαέων πόλει. Καὶ συνῆλθον ἐπίσκοποι τὸν ἀριθμὸν τριακόσιοι δέκα καὶ ὀκτὼ, ὧν οἱ πλεῖστοι ἦσαν ὁμολογηταὶ, καὶ στί γματα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Ἦν 4061 δὲ σὺν αὐτοῖς ὁ πανεύφημος καὶ μέγας Κωνσταντῖνος, καὶ δὴ τῆς ὑποθέσεως κινηθείσης, ἔγγραφον πίστεως ἔκθεσιν ἐξήνεγκαν, τὴν κατὰ πᾶσαν Ἐκ κλησίαν ὀρθοδόξως νῦν ἀπαγγελλομένην. Τοὺς δὲ περὶ Ἄρειον ἐπιμένοντας τῇ κακοδοξίᾳ ἀπεκήρυξαν, καὶ ἐξώρισαν, καὶ ἐχειροτονήθησαν ἕτεροι ἀντ' αὐ τῶν. Φιλοτιμησάμενος δὲ ὁ βασιλεὺς ἐπισκόπους καὶ ἀσπασάμενος ἀπέλυσε μετ' εἰρήνης εἰς τὰς ἰδίας παροικίας, χαίρων ἐπὶ τῇ συμφωνίᾳ τῶν Ἐκκλη σιῶν. Παρεκελεύσατο δὲ τῷ τῆς Αἰλίας ἐπισκόπῳ Μα καρίῳ παρόντι ἐν τῇ συνόδῳ, καὶ τῶν ἀποστολικῶν δογμάτων ὑπερμαχοῦντι, ἀναζητῆσαι τὸν ζωοποιὸν σταυρὸν, καὶ τὸ θεόληπτον μνῆμα, καὶ πάντας τοὺς ἁγίους τόπους, καὶ τοὺς ἄλλους ἐπισκόπους ὁμοίως προετρέψατο αἰτήσασθαι, εἴ τι συνορᾷ πρὸς ἀπαρ τισμὸν ἕκαστος τῆς ἰδίας Ἐκκλησίας· ἦν δὲ ἐννεα καιδέκατος τῆς βασιλείας αὐτοῦ ἐνιαυτὸς, ὅτε ἐγένετο ἡ κατὰ Νίκαιαν σύνοδος. Μετὰ ταῦτα ἀπέστειλεν ὁ βασιλεὺς ἑαυτοῦ μητέρα Ἑλένην τὴν ἀξιέπαινον καὶ θεοφιλῆ εἰς Ἱεροσόλυμα μετὰ γραμμάτων καὶ χρη μάτων ἀφθονίας πρὸς τὸν Μακάριον Ἱεροσολύ μων, ἐπὶ ἀναζητήσει τοῦ ζωοποιοῦ ξύλου, καὶ οἰκοδομῇ τῶν ἁγίων τόπων, αὐτῆς αἰτησαμένης τῆς βασιλίδος, φασκούσης ὀπτασίαν θείαν ἑωρακέναι, κελεύουσαν αὐτῇ τὰ Ἱεροσόλυμα καταλαβεῖν, καὶ τοὺς ἁγίους τόπους εἰς φῶς ἀγαγεῖν χωσθέντας ὑπὸ τῶν ἀνόμων, καὶ ἀφανεῖς γενομένους, ἐπὶ τοσούτους χρόνους. Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν
14