Σηλωνίτου, καὶ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας· καὶ περὶ Ἠλίου καὶ Ἐλισσαίου, καὶ τοῦ προφητεύσαντος τῷ Ἀχαὰβ περὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ τοῦ πατάξαντος αὐτὸν, καὶ ἐλέγξαντος τὸν Ἀχαάβ· καὶ ὅτι ἦσαν υἱοὶ τῶν προφητῶν καθ' ἑαυτοὺς ἀναχωροῦντες. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς Ἠλίας προεφήτευσε, καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία, καὶ ὅτι οἱ κόρακες ἔφερον αὐτῷ διὰ ῥήματα Κυρίου πρωΐας μὲν ἄρτους, δείλης δὲ κρέα. Ἔν τε τῇ Σαρεφθὰ τῆς Σιδωνίας πεποίηκε διὰ ῥήματα Κυρίου μὴ ἐκλεῖψαι τῆς χήρας τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν καμψάκην τοῦ ἐλαίου μὴ ἐλατ τονηθῆναι. Καὶ τὸν μὲν υἱὸν αὐτῆς ἀποθανόντα ἤγει ρεν εὐξάμενος· τοὺς δὲ προφήτας τοῦ Βάαλ ἐποίησεν ἀναιρεθῆναι, ὄντας τὸν ἀριθμὸν υνʹ. Καὶ τῇ μηλωτῇ δὲ ἐπάταξε τὸν Ἰορδάνην, καὶ διῃρέθη ἔνθα καὶ ἔνθα τὸ ὕδωρ, καὶ διέβη τῷ ποδὶ τὸν ποταμόν. Λήγει δὲ ἡ βίβλος αὐτὴ εἰς τὸν θάνατον τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ, καὶ εἰς τὸν θάνατον Ἰωσαφὰτ βασιλέως Ἰούδα, καὶ εἰς τὴν ἀρχὴν βασιλείας Ὀχοζίου υἱοῦ Ἀχαὰβ, καὶ εἰς τὴν ἀρχὴν Ἰωρὰμ υἱοῦ Ἰωσαφὰτβασιλέως Ἰούδα. Βίβλος δʹ, Βασιλειῶν. Ἐν δὲ τῇ τετάρτῃ βίβλῳ ἐστὶ, πῶς οἱ δύο πεν τηκόνταρχοι τοῦ Ὀχοζίου πυρὶ ἀνηλώθησαν διὰ ῥή ματα Ἠλίου τοῦ προφήτου, καὶ ὅτι ἀνελήφθη Ἠλίας, καὶ ἐπανεπαύσατο ἐπὶ Ἐλισσαιὲ τὸ πνεῦμα Ἠλίου, καὶ γέγονεν αὐτῷ διπλᾶ ἐν πνεύματι· καὶ πῶς ὁ Ἠλισσαῖος τὸν μὲν υἱὸν τῆς Σουναμίτιδος ἀποθα νόντα ἤγειρεν εὐξάμενος, τὸν δὲ Νεαιμὰν τὸν Σύρον ἐκαθάρισεν ἀπὸ τῆς λέπρας, τῆς τε γυναικὸς τοῦ προφήτου πεπλήρωκε τὰ ἀγγεῖα ἐλαίου ἐν λόγῳ Κυ ρίου, καὶ ἐπὶ τὰ ὀστᾶ δὲ αὐτοῦ μετὰ θάνατον ἐῤ ῥίφη νεκρὸς μονόζωνος, καὶ ὡς ἥψατο τῶν ὀστέων τοῦ προφήτου, ἀνέζησε· καὶ τῇ μηλωτῇ Ἠλίου ἐπά ταξε τὸν Ἰορδάνην, καὶ διῃρέθη ἔνθεν καὶ ἔνθεν τὸ ὕδωρ, καὶ διέβη πεζῇ καὶ αὐτός. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ πῶς ὁ μὲν Σεναχηρεὶμ καὶ Ῥαψάκης, πολ λὰ βλασφημήσαντες, ἐδιώχθησαν καὶ χιλιάδες ἀνδρῶν αὐτῶν ρπεʹ ἐν μιᾷ νυκτί. Ὁ δὲ βασιλεὺς Ἰωσίας καθεῖλε πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ πε ποίηκε τὸ Πάσχα, ὡς γέγραπται νομίμως. Περιέχει δὲ ἡ βίβλος καὶ πράξεις βασιλέων καὶ ἔτη· τῶν μὲν ἐν Ἰουδαίᾳ Ἰωρὰμ, καὶ Ὀχοσίου καὶ Ἰωᾶς καιἈμεσσία, καὶ Ὀζίου, καὶ Ἰωάθαν, καὶ Ἀχὰζ, καιἘζεκίου, καὶ Μανασσῆ, καὶ Ἀμὼς, καὶ Ἰωσία, καὶ 28.321 Ἰωάχαζ, καὶ Ἐλιακεὶμ, καὶ Ἰωακεὶμ, καὶ Ματθανὰν,τοῦ καὶ Σεδεκία· τῶν δὲ ἐν Σαμαρείᾳ Ὀχοζίου, καὶ Ἰωρὰμ, καὶ Ἰοῦ, καὶ Ἰωάχαζ, καὶ Ἰωᾶς, καὶ ῾ροβοὰμ, καὶ Ζαχαρίου, καὶ Σελλοὺμ, καὶ Μαναὴμ, καὶ Φακεσσίου, καὶ Φακὲς, καὶ Ὠσηέ· καὶ περὶ προ φητῶν, Ἠλία, καὶ Ἐλισσαιὲ, καὶ Ἡσαΐου, καὶ Ἱερμίου, καὶ ὅτι ἡ μὲν βασιλεία Σαμαρείας πέπαυται ἐπὶ Ὀσηὲ, υἱῷ Ἡλᾶ τῷ καὶ σφάξαντι τὸν Φακεὲ υἱὸν Ῥομελίου· ἡ δὲ τῆς Ἱερουσαλὴμ βασιλεία πέπαυται ἐπὶ Σεδεκίᾳ. Καὶ αὐτὸς γὰρ ἀπήχθη εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, εἰς μύλωνα ἐβλήθη ἔτη κʹ. Μετὰ ταῦτα, ὕψωσεν αὐτὸν τὸν Ἰωα κεὶμ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδωκε αὐτῷ τὸν θρόνον ἐπάνω τῶν ἐκεῖ βασιλέων, καὶ συνήσθιε καὶ συνέπινε μετ' αὐτοῦ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τού τοις λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης. Ἐπιτομὴ πράξεων τῶν βασιλέων τῆς Ἰουδαίας καὶ Ἰσραήλ. Ἀρχῆθεν οὖν πάλιν ἀναληπτέον τὸν λόγον, καὶ κατ' ἐπιτομὴν ἐκθετέον τῶν πάντων βασιλέων, καὶ τῶν Ἰουδαίων, καὶ τῶν τῆς Σαμαρείας, τὰ ὀνόματα καὶ τὰς πράξεις, καὶ τὰ τῆς ἑκάστου βασιλείας ἔτη· καὶ πρῶτον περὶ τῶν βασιλέων Ἱερουσαλήμ. Μετὰ δὲ τὸ ἀπολέσθαι τὸν Σαοὺλ, βασιλεύσαντος ἔτη μʹ, ∆αβὶδ βασιλεύει ἐπὶ πάντα τὸν Ἰσραὴλ, καὶ αὐτὸς ἔτη μʹ· οὕτως ἐν μὲν Χεβρῶν ἔτη ζʹ, ἐν δὲ παντὶ Ἰσραὴλ καὶ Ἰούδα ἔτη λγʹ· καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται Σαμουὴλ, Ναθὰν, Γάδ. Σαλομῶν
14