Μαρτυρεῖ Μωσῆς λέγων· «Καὶ ἦν ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον·» ἵνα πληρωθῇ τό· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πῦρ οὐκ ἀφανιστικὸν, ἀλλὰ καθαρτικόν. ∆ιὰ τοῦτο τῷ Ἡσαΐᾳ δίδοται ἐν τοῖς χείλεσι. Καὶ λέγει· «Ἰδοὺ ἀφῆκα τὰς ἁμαρτίας σου·» οὕτω τότε ἐφάνη τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Πεντηκοστῇ ἐν εἴδει πυρός. Ἐμερίσθησαν γὰρ γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ ὥσπερ ἐν τῇ Παλαιᾷ, ἐπιφαινομένου τοῦ Θεοῦ, πολλὰ ἦν τὰ δορυφοροῦντα φόβητρα, γνόφος, καὶ θύελλα, καὶ σάλπιγξ, καὶ βρονταὶ, περιηχοῦντα τὸ ὄρος, ἅτινα ἦν προπαρασκευάζοντα τὸν λαὸν εἰς φόβον τοῦ νομοθέτου· οὕτως καὶ τοῦ ἁγίου Πνεύματος μέλλοντος ἐπιφοιτᾷν· ἵνα μάθωσι τοῦ Πνεύματος τὴν ἀξίαν ἐνδόξως ἐπιφοιτῶσαν. Ὥσπερ ἐν τῷ ὄρει γνόφος καὶ θύελλα προέδραμεν, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος ἐγένετο· «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἐγένετο ἦχος ὥσπερ φερο μένης πνοῆς βιαίας, καὶ τότε ὤφθη τὸ Πνεῦμα, καὶ συνέσεισε τὸν οἶκον.» Ὅτι λέγουσιν οἱ αἱρετικοὶ, ὅτι τὸ Πνεῦμα δῶρόν ἐστι παρὰ Θεοῦ. Ἡμεῖς λέγομεν δῶρον ζωῆς (ἠλευθέρωσε γὰρ ἡμᾶς· ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευ θέρωσεν ἡμᾶς), καὶ δῶρον δυνάμεως· «Λήψεσθε γὰρ δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Ἡμεῖς δὲ καὶ Υἱὸν καὶ υἱοθεσίαν δεικνύομεν, ὅτι ἐχαρίσατο τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀνθρώποις· καὶ μετ' ὀλίγα· «Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» καὶ ἑτέρωθι· «Ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Περὶ τοῦ μυ στηρίου τῆς ἀνθρωπήσεως λέγων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς Παῦλος τὴν φάσκουσαν λέξιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός·» ἐπεργάζεται περὶ Χριστοῦ λέγων· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανά του καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.» Παῖδας δὲ αὐτοῦ ἐν τούτοις 28.72 τοὺς ἀποστόλους ὀνομάζει, ἐφ' ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν Κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιὼν, διδάσκει. Τούτους δὲ αὐτοὺς φανερούς φησιν ἔσεσθαι, τὸ πρόσωπον σφρα γιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μωσέως νόμον μανθάνειν, τῷ μηκέτι συνιστάναι αὐτὸν, καὶ τὸν καλούμενον οἶκον Ἰακὼβ καταλελεῖφθαι ὑπὸ Θεοῦ. Ὅτι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν συμφωνίαν ἀπολογεῖται ὁ Θεὸς Λόγος. Καὶ μὴ νομίσῃς εὐτελείας εἶναι τὰ ῥήματα, ἀλλὰ φιλανθρωπίας· εὐτελείας μὲν γὰρ τὸ σχῆμα, φιλαν θρώπου δὲ τὸ ἐπάγγελμα· Χριστὸς γὰρ ὁ πάντων Κύριος, οὗτος αὐτὸς ὁ λέγων Ἰουδαίοις· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» Υἱός ἐστι τοῦ λέ γοντος διὰ τοῦ προφήτου Μιχαίου· «Λαός μου, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι·» καὶ ὁ διὰ τῶν Εὐαγγελίων εἰπών· «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ,» ὁ Υἱός ἐστι τοῦ λέγοντος πρὸς Ἱερεμίαν· «Εἶπον τῇ κατοικίᾳ Ἰσραήλ· Τί εὗρον ἐν ἐμοὶ οἱ πατέρες ὑμῶν πλημμέ λημα ἢ ἀδίκημα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακράν;» Ὢ τῆς φιλανθρωπίας ἐκείνης, ἐν ᾗ ἀγαθότης τὴν φύσιν, μᾶλλον δὲ οὐ τὴν φύσιν, ἀλλὰ τὴν ἡμετέραν ἐνθύμησιν! Πῶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐνδείκνυται. Λέγει τῷ Μωσεῖ· «Ἐγὼ ὁ Θεὸς, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα.» Καὶ μέχρι τίνος; «Ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.» Πρόσεχε πῶς τὴν τιμωρίαν ἥπλωσεν ἐπὶ τέσσαρας γενεάς. Τὴν δὲ φιλανθρωπίαν ἕως τίνος; «Καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με.» Ὅπως πάντες οἱ προφῆται, ὁμοῦ συναχθέντες, τὴν μνήμην οἰκονομίας ἐπλήρωσαν. Μωσῆς τὸν τύπον τοῦ σταυροῦ ἐποίησε, καὶ μαρ τυρεῖ ὁ Σωτὴρ, λέγων· «Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου.» Ὁμοίως καὶ Ἰωνᾶς
14