ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν παίδων ὑμνολογίαν, ὅπως τῶν ἄλλων ἀρετῶν οὐ πάνυ τι μνημονεύσαντες, τοὺς τα πεινοὺς σὺν τοῖς ὑμνοῦσι συγκατηριθμήσαντο, μὴ εἰ ρηκότες σώφρονας ἢ ἀκτήμονας. Ὥσπερ γὰρ ἀδύνα τον ναῦν χωρὶς ἥλων κατασκευασθῆναι, οὕτως ἀδύνα τον σωθῆναι χωρὶς ταπεινοφροσύνης. Ὅτι δὲ ἀγαθὴ καὶ σωτήριος πέφυκεν, ὁ Κύριος, πρὸς ἀνθρώπους οἰκονομίαν πληρῶν, αὐτὴν ἠμφιά σατο. Φησὶ γάρ· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ὅρα τίς ὁ λέγων, τελείως μαθήτευσον. Ἀρχή σοι καὶ τέλος τῶν ἀγαθῶν ἡ ταπει νοφροσύνη γινέσθω. Φρόνησιν λέγω [λέγει] ταπεινὴν, οὐ σχῆμα μόνον, τὸν ἐντὸς ἄνθρωπον αἰνίττεται· ἀκο λουθήσει γὰρ τούτῳ καὶ ὁ ἐκτός. Πάσας τὰς ἐντολὰς πεποίηκας; Οἶδεν ὁ Κύριος· ἀλλ' αὐτός σοι ἐντέλλε ται πάλιν ἀρχὴν δουλείας λαμβάνειν· φησὶ γάρ· Ὅταν πάντα ποιήσητε, εἴπατε· ∆οῦλοι ἀχρεῖοί ἐσμεν. Ἡ οὖν ταπεινοφροσύνη κατορθοῦται δι' ὀνει δισμῶν, δι' ὕβρεων, διὰ πληγῶν· ἵνα ἀκούσῃς ἄφρων καὶ μωρὸς, πένης καὶ πτωχὸς, ἀσθενὴς καὶ εὐτελὴς, ἀπρόκοπος ἐν ἔργοις, ἄλογος ἐν προφορᾷ, ἄτιμος ἐν εἴδει, ἀσθενὴς ἐν δυνάμει. Ταῦτα τῆς τα πεινοφροσύνης τὰ νεῦρα. Ταῦτα ὁ Κύριος ἡμῶν ἤκουσε καὶ πέπονθε. Σαμαρείτην γὰρ αὐτὸν εἶπαν καὶ δαιμό νιον ἔχοντα. ∆ούλου μορφὴν ἀνείληφεν, ἐραπίσθη, πληγαῖς ᾐκίσθη. ∆εῖ οὖν καὶ ἡμᾶς μιμεῖσθαι τὴν ἔμπρακτον ταύτην ταπεινοφροσύνην. Εἰσὶ μὲν οὖν τινες καὶ διὰ τῶν ἐκτὸς σχημάτων ὑποκρινόμενοι, καὶ ταπεινοῦντες ἑαυτοὺς, αὐτῷ τούτῳ δόξαν θηρώμενοι· ἀλλ' ἐκ τῶν καρπῶν ἐπιγινώσκονται· καὶ γὰρ ἐπιπολαίως ὑβρι 28.1524 σθέντες, οὐκ ἤνεγκαν· ἀλλὰ παραυτὰ ὥσπερ ὄφεις τὸν ἑαυτῶν ἰὸν ἐξέμεσαν. Ἐπὶ τοῖς λόγοις δὲ τούτοις ἠγαλλιῶντο αἱ συνελθοῦσαι σφόδρα, καὶ πάλιν προσεκαρτέρουν, κόρον τῶν ἀγαθῶν μὴ λαμβάνουσαι. Καὶ πάλιν πρὸς αὐτὰς ἔλεγεν ἡ μακαρία· Ἀγών ἐστι πολὺς τοῖς προσερχο μένοις Θεῷ καὶ κόπος τὰ πρῶτα, ἔπειτα δὲ χαρὰ ἀν εκδιήγητος. Ὥσπερ γὰρ οἱ πῦρ ἐξάψαι βουλόμενοι πρῶτον καπνίζονται καὶ δακρύουσι, καὶ οὕτως τοῦ ζητουμένου τυγχάνουσι· καὶ γάρ φησιν· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· οὕτω δεῖ καὶ ἡμᾶς τὸ θεῖον πῦρ εἰς ἑαυτοὺς ἐξάψαι μετὰ δακρύων καὶ κό που. Αὐτὸς γάρ φησιν ὁ Κύριος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καί τινες δι' ὀλιγωρίαν τοῦ μὲν κα πνοῦ ἠνέσχοντο, τὸ δὲ πῦρ οὐκ ἐξῆψαν, διὰ τὸ μα κροθυμίας αὐτοὺς ἐκτὸς εἶναι, καὶ μᾶλλον αὐτῶν τὴν περὶ τὸ θεῖον σχέσιν ἀσθενῆ καὶ ἀμυδρὰν τυγχάνειν. Ὅθεν μέγα κειμήλιον ἡ ἀγάπη· καὶ περὶ ταύ της δὲ διαβεβαιούμενος ὁ Ἀπόστολος ἔλεγεν, ὡς Ἐὰν πάντα τὰ ὑπάρχοντα διανείμῃς, καὶ τὸ σῶμα ὑπο πιάσῃς, ἀγάπην δὲ μὴ ἔχῃς, γέγονας χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον. Μέγα οὖν ἐν ἀγαθοῖς ἡ ἀγάπη, ὡς καὶ δεινὸν ἐν κακοῖς ὁ θυμός· πᾶσαν γὰρ τὴν ψυ χὴν σκοτίσας καὶ ἀποθηριώσας, εἰς ἀλογίαν φέρει. Ὁ δὲ Κύριος, πανταχόσε τῆς σωτηρίας ἡμῶν κη δόμενος, οὐδ' ὅλως συνεχώρησε βραχύ τι ἀσκεπὲς τῆς ψυχῆς. Λαγνείαν κινεῖ ὁ ἐχθρός; σωφροσύνῃ ἡμᾶς ὁ Κύριος ὥπλισεν. Ὑπερηφανίαν γεννᾷ; ἀλλ' ἡ ταπεινοφροσύνη οὐ μακρὰν τυγχάνει. Μῖσος ἐνεφύσησεν; ἀλλ' ἡ ἀγάπη ἐν μέσῳ παρίσταται. Ὅσα οὖν ὁ ἐχθρὸς καθ' ἡμῶν κινεῖ βέλη, πλείοσιν ἡμᾶς ὁ Κύριος ὅπλοις ἠσφαλίσατο, πρός τε τὴν ἡμῶν σωτηρίαν καὶ πρὸς τὴν ἐκείνου κατάπτωσιν. Κακὸν μὲν ἐν κακοῖς ὁ θυμός· Ὀργὴ γὰρ, φησὶν, ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. ∆εῖ οὖν αὐτὸν ἡνιοχεῖν· ὅτι ἐν καιρῷ χρήσιμος ὤφθη· θυμοῦσθαι γὰρ καὶ κινεῖσθαι κατὰ τῶν δαιμόνων συμφέρει. Πρὸς δὲ ἄνθρωπον σφοδρῶς κινεῖσθαι οὐ προσήκει, κἂν ἁμαρτήσας τυγχάνῃ· ἐπιστρέφειν δὲ αὐτὸν δεῖ μετὰ τὸ παύσασθαι τὸ τῆς ὀργῆς πάθος. Καὶ τὸ
14