1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

14

ἅρματος καὶ ὡς ἐτεκνοκτόνει καταπίνων τῶν παίδων τοὺς ἄρσενας, Ζεὺς δὲ ὅτι τὸν μὲν πατέρα δήσας κατεταρτάρωσεν, καθὰ καὶ τοὺς υἱεῖς ὁ Oὐρανός, καὶ πρὸς Τιτᾶνας περὶ τῆς ἀρχῆς ἐπολέμησεν καὶ ὅτι τὴν μητέρα Ῥέαν ἀπαγορεύουσαν αὐτοῦ τὸν γάμον ἐδίωκε, δρακαίνης δ' αὐτῆς γενομένης καὶ αὐτὸς εἰς δράκοντα μεταβαλὼν συνδήσας αὐτὴν τῷ καλουμένῳ Ἡρακλειωτικῷ ἅμματι ἐμίγη (τοῦ σχήματος τῆς μίξεως σύμβολον ἡ τοῦ Ἑρμοῦ ·άβδος), εἶθ' ὅτι Φερσεφόνῃ τῇ θυγατρὶ ἐμίγη βιασάμενος καὶ ταύτην ἐν δράκοντος σχήματι, ἐξ ἧς παῖς ∆ιόνυσος αὐτῷ· ἀνάγκη κἂν τοσοῦτον εἰπεῖν· τί τὸ σεμνὸν ἢ χρηστὸν τῆς τοιαύτης ἱστορίας, ἵνα πιστεύ σωμεν θεοὺς εἶναι τὸν Κρόνον, τὸν ∆ία, τὴν Κόρην, τοὺς λοιπούς; αἱ διαθέσεις τῶν σωμάτων; καὶ τίς ἂν ἄνθρωπος κεκριμένος καὶ ἐν θεωρίᾳ γεγονὼς ὑπὸ θεοῦ γεννηθῆναι πιστεύσαι ἔχιδναν- Ὀρφεύς· ἂν δὲ Φάνης ἄλλην γενεὴν τεκνώσατο δεινήν νηδύος ἐξ ἱερῆς, προσιδεῖν φοβερωπὸν Ἔχιδναν, ἧς χαῖται μὲν ἀπὸ κρατὸς καλόν τε πρόσωπον ἦν ἐσιδεῖν, τὰ δὲ λοιπὰ μέρη φοβεροῖο δράκοντος αὐχένος ἐξ ἄκρου- ἢ αὐτὸν τὸν Φάνητα δέξαιτο, θεὸν ὄντα πρωτόγονον (οὗτος γάρ ἐστιν ὁ ἐκ τοῦ ᾠοῦ προχυθείς), ἢ σῶμα ἢ σχῆμα ἔχειν δράκοντος ἢ καταποθῆναι ὑπὸ τοῦ ∆ιός, ὅπως ὁ Ζεὺς ἀχώρητος γένοιτο; εἰ γὰρ μηδὲν διενενηνόχασιν τῶν φαυλοτάτων θηρίων (δῆλον γὰρ ὅτι ὑποδιαλλάσσειν δεῖ τῶν γηΐνων καὶ τῶν ἀπὸ τῆς ὕλης ἀποκρινομένων τὸ θεῖον), οὐκ εἰσὶν θεοί. τί δὲ καὶ πρόσιμεν αὐτοῖς, ὧν κτηνῶν μὲν δίκην ἔχει ἡ γένεσις, αὐτοὶ δὲ θηριόμορφοι καὶ δυσειδεῖς; Καίτοι εἰ σαρκοειδεῖς μόνον ἔλεγον αὐτοὺς καὶ αἷμα ἔχειν καὶ σπέρμα καὶ πάθη ὀργῆς καὶ ἐπιθυμίας, καὶ τότε ἔδει λῆρον καὶ γέλωτα λόγους τούτους νομίζειν· οὔτε γὰρ ὀργὴ οὔτε ἐπιθυμία καὶ ὄρεξις οὐδὲ παιδοποιὸν σπέρμα ἐν τῷ θεῷ. ἔστωσαν τοίνυν σαρκοειδεῖς, ἀλλὰ κρείττους μὲν θυμοῦ καὶ ὀργῆς, ἵνα μὴ Ἀθηνᾶ μὲν βλέπηται "σκυζομένη ∆ιὶ πατρί, χόλος δέ μιν ἄγριος ἣρει", Ἥρα δὲ θεωρῆται "Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσ ηύδα", κρείττους δὲ λύπης, ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ. ἐγὼ μὲν γὰρ καὶ ἀνθρώπους ἀμαθεῖς καὶ σκαιοὺς λέγω τοὺς ὀργῇ καὶ λύπῃ εἴκοντας· ὅταν δὲ ὁ "πατὴρ ἀνδρῶν τε θεῶν τε" ὀδύρηται μὲν τὸν υἱὸν αŠ αŠ ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι, ἀδυνατῇ δὲ ὀδυρόμενος τοῦ κινδύνου ἐξαρπάσαι