λεόντων" ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.
Αὐτίκα ὁ Κύριος μετὰ τὸ βάπτισμα σαλεύεται, εἰς ἡμέτερον τύπον, καὶ γίνεται πρῶτον "μετὰ θηρίων" ἐν τῇ ἐρήμῳ· εἶτα κρατήσας τούτων καὶ τοῦ Ἄρχοντος αὐτῶν, ὡς ἂν ἤδη βασιλεὺς ἀληθής, "ὑπ' 4.85.2 Ἀγγέλων ἤδη διακονεῖται". Ὁ γὰρ Ἀγγέλων ἐν σαρκὶ κρατήσας εὐλόγως ὑπ' Ἀγγέλων ἤδη δουλεύεται. 4.85.3 ∆εῖ οὖν ὡπλίσθαι τοῖς κυριακοῖς ὅπλοις, ἔχοντας τὸ σῶμα καὶ τὴν ψυχὴν ἄτρωτον, "ὅπλοις σβέσαι τὰ βέλη τοῦ ∆ιαβόλου δυναμένοις", ὥς φησιν ὁ Ἀπόστολος. 4.86.1 Ἐπὶ τοῦ προσκομισθέντος νομίσματος ὁ Κύριος εἶπεν οὐ· "Τίνος τὸ κτῆμα;" ἀλλά· "Τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή; Καίσαρος"· ἵνα οὗ ἐστιν, 4.86.2 ἐκείνῳ δοθῇ. Οὕτως καὶ ὁ πιστός· ἐπιγραφὴν μὲν ἔχει διὰ Χριστοῦ τὸ Ὄνομα τοῦ Θεοῦ, τὸ δὲ Πνεῦμα ὡς εἰκόνα. Καὶ τὰ ἄλογα ζῷα διὰ σφραγῖδος δείκνυσι τίνος ἐστὶν ἕκαστον· καὶ ἐκ τῆς σφραγῖδος ἐκδικεῖται. Οὕτως καὶ ἡ ψυχὴ ἡ πιστή, τὸ τῆς ἀληθείας λαβοῦσα σφράγισμα, "τὰ στίγματα τοῦ Χριστοῦ" περιφέρει. 4.86.3 Οὗτοί εἰσιν "τὰ παιδία τὰ ἤδη ἐν τῇ κοίτῃ συναναπαυόμενα" καὶ "αἱ Παρθένοι αἱ φρόνιμοι", αἷς αἱ λοιπαὶ αἱ μέλλουσαι οὐ συνεισῆλθον εἰς τὰ "ἡτοι μασμένα ἀγαθά", "εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι".