αἷμα ἔχει τὴν οὐσίαν. Τούτῳ τῷ τρόπῳ καὶ οἱ ποταμοὶ ῥόθῳ φερόμενοι τῇ ἐμπεριλήψει τοῦ περικεχυμένου ἀέρος ξαινόμενοι ἀφρὸν μορμύρουσιν, καὶ τὸ ἐνστόμιον ἡμῶν ὑγρὸν τῷ πνεύματι ἐκλευκαίνεται. Τίς οὖν ἡ ἀποκλήρωσις μὴ οὐχὶ καὶ τὸ αἷμα ἐπὶ τὸ φωτεινότατον καὶ λευκότατον ὑπὸ τοῦ πνεύματος τρέπεσθαι ὁμολογεῖν; Πάσχει 1.6.40.2 δὲ τὴν μεταβολὴν κατὰ ποιότητα, οὐ κατ' οὐσίαν. Ἀμέλει γοῦν οὐ τροφιμώτερον ἄλλο τι οὐδὲ μὴν γλυκύτερον ἀλλ' οὐδὲ λευκότερον εὕροις ἂν γάλακτος. Πάντῃ δὲ ἔοικεν τούτῳ ἡ πνευματικὴ τροφή, γλυκεῖα μὲν διὰ τὴν χάριν ὑπάρχουσα, τρόφιμος δὲ ὡς ζωή, λευκὴ δὲ ὡς ἡμέρα Χριστοῦ, καὶ τὸ αἷμα 1.6.41.1 τοῦ λόγου πεφανέρωται ὡς γάλα. Ταύτῃ τοίνυν περὶ τὴν ἀποκύησιν οἰκονομούμενον τῷ βρέφει τὸ γάλα χορηγεῖται, καὶ οἱ μαστοί, οἱ τέως τὸν ἄνδρα περιβλεπόμενοι ὀρθοί, ἤδη κατανεύουσι πρὸς τὸ παιδίον, τὴν ὑπὸ τῆς φύσεως πεπονημένην εὔληπτον παρέχειν διδασκόμενοι τροφὴν εἰς ἀνατροφὴν σωτηρίας· οὐ γὰρ ὡς αἱ πηγαὶ πλήρεις εἰσὶν οἱ μαστοὶ ἐπεισρέοντος ἑτοίμου γάλακτος, ἀλλὰ μεταβάλλοντες τὴν τροφὴν ἐν ἑαυτοῖς 1.6.41.2 ἐργάζονται γάλα καὶ διαπνέουσιν. Ἡ τροφὴ δὲ ἡ κατάλληλος αὕτη καὶ πρόσφορος νεοπαγεῖ καὶ νεοφυεῖ παιδίῳ πρὸς τοῦ θεοῦ τοῦ τροφέως καὶ πατρὸς τῶν γεννωμένων καὶ ἀναγεννωμένων πονουμένη, οἷον τὸ μάννα οὐρανόθεν ἐπερρέετο τοῖς 1.6.41.3 παλαιοῖς Ἑβραίοις, ἡ τῶν ἀγγέλων ἐπουράνιος τροφή. Ἀμέλει καὶ νῦν αἱ τίτθαι τὸ πρωτόχυτον τοῦ γάλακτος πόμα ὁμωνύμως ἐκείνῃ τῇ τροφῇ μάννα κεκλήκασιν. Ἀλλ' αἱ μὲν γυναῖκες αἱ κυοῦσαι μητέρες γενόμεναι πηγάζουσι γάλα· ὁ δὲ κύριος ὁ Χριστὸς ὁ τῆς παρθένου καρπὸς οὐκ ἐμακάρισεν τοὺς γυναικείους μαστοὺς οὐδὲ ἔκρινεν αὐτοὺς τροφεῖς, ἀλλὰ τοῦ φιλοστόργου καὶ φιλανθρώπου πατρὸς ἐπομβρήσαντος τὸν λόγον 1.6.42.1 αὐτὸς ἤδη τροφὴ γέγονεν πνευματικὴ τοῖς σώφροσιν. Ὢ θαύματος μυστικοῦ· εἷς μὲν ὁ τῶν ὅλων πατήρ, εἷς δὲ καὶ ὁ τῶν ὅλων λόγος, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἓν καὶ τὸ αὐτὸ πανταχοῦ, μία δὲ μόνη γίνεται μήτηρ παρθένος· ἐκκλησίαν ἐμοὶ φίλον αὐτὴν καλεῖν. Γάλα οὐκ ἔσχεν ἡ μήτηρ αὕτη μόνη, ὅτι μόνη μὴ γέγονεν γυνή, παρθένος δὲ ἅμα καὶ μήτηρ ἐστίν, ἀκήρατος μὲν ὡς παρθένος, ἀγαπητικὴ δὲ ὡς μήτηρ, καὶ τὰ αὑτῆς παιδία προσκαλουμένη ἁγίῳ τιθηνεῖται γάλακτι, τῷ βρεφώδει λόγῳ. 1.6.42.2 ∆ιὸ οὐκ ἔσχε γάλα, ὅτι γάλα ἦν τὸ παιδίον τοῦτο καλὸν καὶ οἰκεῖον, τὸ σῶμα τοῦ Χριστοῦ, τὴν νεολαίαν ὑποτροφοῦσα τῷ λόγῳ, ἣν αὐτὸς ἐκύησεν ὁ κύριος ὠδῖνι σαρκικῇ, ἣν αὐτὸς 1.6.42.3 ἐσπαργάνωσεν ὁ κύριος αἵματι τιμίῳ. Ὢ τῶν ἁγίων λοχευμάτων, ὢ τῶν ἁγίων σπαργάνων· ὁ λόγος τὰ πάντα τῷ νηπίῳ, καὶ πατὴρ καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ τροφεύς. Φάγεσθέ μου, φησί, τὴν σάρκα καὶ πίεσθέ μου τὸ αἷμα. Ταύτας ἡμῖν οἰκείας τροφὰς ὁ κύριος χορηγεῖ καὶ σάρκα ὀρέγει καὶ 1.6.43.1 αἷμα ἐκχεῖ· καὶ οὐδὲν εἰς αὔξησιν τοῖς παιδίοις ἐνδεῖ. Ὢ τοῦ παραδόξου μυστηρίου· ἀποδύσασθαι ἡμῖν τὴν παλαιὰν καὶ σαρκικὴν ἐγκελεύεται φθοράν, ὥσπερ καὶ τὴν παλαιὰν τροφήν, καινῆς δὲ ἄλλης τῆς Χριστοῦ διαίτης μεταλαμβάνοντας, ἐκεῖνον, εἰ δυνατόν, ἀναλαμβάνοντας ἐν ἑαυτοῖς ἀποτίθεσθαι καὶ τὸν σωτῆρα ἐνστερνίσασθαι, ἵνα καταργήσωμεν τῆς σαρκὸς 1.6.43.2 ἡμῶν τὰ πάθη. Ἀλλ' οὐ ταύτῃ νοεῖν ἐθέλεις, κοινότερον δὲ ἴσως. Ἄκουε καὶ ταύτῃ· σάρκα ἡμῖν τὸ πνεῦμα τὸ ἅγιον ἀλληγορεῖ, καὶ γὰρ ὑπ' αὐτοῦ δεδημιούργηται ἡ σάρξ· αἷμα ἡμῖν τὸν λόγον αἰνίττεται, καὶ γὰρ ὡς αἷμα πλούσιον ὁ λόγος ἐπικέχυται τῷ βίῳ· ἡ κρᾶσις δὲ ἡ ἀμφοῖν ὁ κύριος, ἡ τροφὴ 1.6.43.3 τῶν νηπίων· ὁ κύριος πνεῦμα καὶ λόγος. Ἡ τροφή, τουτέστιν ὁ κύριος Ἰησοῦς, τουτέστιν ὁ λόγος τοῦ θεοῦ, πνεῦμα σαρκούμενον, ἁγιαζομένη σὰρξ οὐράνιος. Ἡ τροφὴ τὸ γάλα τοῦ πατρός, ᾧ μόνῳ τιτθευόμεθα οἱ νήπιοι. Αὐτὸς γοῦν ὁ ἠγαπημένος καὶ τροφεὺς ἡμῶν λόγος τὸ αὐτοῦ ὑπὲρ ἡμῶν ἐξ1.6.43.4 έχεεν αἷμα, σῴζων τὴν ἀνθρωπότητα· δι' οὗ πεπιστευκότες εἰς τὸν θεὸν ἐπὶ