παιδεύεται σωφρονεῖν. Γυμνοῦται δὲ ὑμῖν ὁ μῦθος· ἀπέθανεν ἡ Λήδα, ἀπέθανεν ὁ κύκνος, ἀπέθανεν ὁ ἀετός. Ζητεῖς σου τὸν ∆ία; μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆν πολυπραγ 2.37.4 μόνει. Ὁ Κρής σοι διηγήσεται, παρ' ᾧ καὶ τέθαπται· Καλλίμαχος ἐν ὕμνοις· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο. Τέθνηκε γὰρ ὁ Ζεὺς (μὴ δυσφόρει) ὡς Λήδα, ὡς κύκνος, ὡς ἀετός, ὡς ἄνθρωπος ἐρωτικός, ὡς δράκων. 2.38.1 Ἤδη δὲ καὶ αὐτοὶ φαίνονται οἱ δεισιδαίμονες ἄκοντες μέν, ὅμως δ' οὖν συνιέντες τὴν πλάνην τὴν περὶ τοὺς θεούς· οὐ γὰρ ἀπὸ δρυός εἰσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης, ἀλλ' "ἀνδρῶν γένος εἰσί", μικρὸν δὲ ὕστερον καὶ δρύες 2.38.2 ὄντες εὑρεθήσονται καὶ πέτραι. Ἀγαμέμνονα γοῦν τινα ∆ία ἐν Σπάρτῃ τιμᾶσθαι Στάφυλος ἱστορεῖ· Φανοκλῆς δὲ ἐν Ἔρωσιν ἢ Καλοῖς Ἀγαμέμνονα τὸν Ἑλλήνων βασιλέαἈργύννου νεὼν Ἀφροδίτης ἵστασθαι ἐπ' Ἀργύννῳ τῷ2.38.3 ἐρωμένῳ. Ἄρτεμιν δὲ Ἀρκάδες Ἀπαγχομένην καλουμένηνπροστρέπονται, ὥς φησι Καλλίμαχος ἐν Αἰτίοις. Καὶ Κονδυλῖτις ἐν Μηθύμνῃ ἑτέρα τετίμηται Ἄρτεμις. Ἔστιδὲ καὶ Ποδάγρας ἄλλης Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερόν, 2.38.4 ὥς φησι Σωσίβιος. Πολέμων δὲ Κεχηνότος Ἀπόλλωνος 2.38.4 οἶδεν ἄγαλμα, καὶ Ὀψοφάγου πάλιν Ἀπόλλωνος ἄλλο ἐν Ἤλιδι τιμώμενον. Ἐνταῦθα Ἀπομυίῳ ∆ιὶ θύουσιν ἨλεῖοιῬωμαῖοι δὲ Ἀπομυίῳ Ἡρακλεῖ καὶ Πυρετῷ δὲ καὶ Φόβῳθύουσιν, οὓς καὶ αὐτοὺς μετὰ τῶν ἀμφὶ τὸν Ἡρακλέα ἐγγρά 2.38.5 φουσι. Ἐῶ δὲ Ἀργείους <καὶ Λάκωνας>· Ἀφροδίτην Τυμβωρύχον θρῃσκεύουσιν Ἀργεῖοι [καὶ Λάκωνες], καὶ Χελύτιδα δὲ Ἄρτεμιν Σπαρτιᾶται σέβουσιν· ἐπεὶ τὸ βήττειν χελύττειν καλοῦσιν. 2.39.1 Οἴει ποθὲν παρέγγραπτα ταῦτά σοι κομίζεσθαι τὰ ὑφ' ἡμῶν παρατιθέμενα; Οὐδὲ τοὺς σοὺς γνωρίζειν ἔοικας συγγραφεῖς, οὓς ἐγὼ μάρτυρας ἐπὶ τὴν σὴν ἀπιστίαν καλῶ, ἀθέου χλεύης, ὦ δείλαιοι, τὸν πάντα ὑμῶν ἀβίωτον ὄντως 2.39.2 βίον ἐμπεπληκότες. Οὐχὶ μέντοι Ζεὺς φαλακρὸς ἐν Ἄργει, τιμωρὸς δὲ ἄλλος ἐν Κύπρῳ τετίμησθον; Οὐχὶ δὲ Ἀφροδίτῃ περιβασοῖ μὲν Ἀργεῖοι, ἑταίρᾳ δὲ Ἀθηναῖοι καὶ καλλιπύγῳ θύουσιν Συρακούσσιοι, ἣν Νίκανδρος ὁ ποιητὴς "καλλίγλου 2.39.3 τόν" που κέκληκεν; ∆ιόνυσον δὲ ἤδη σιωπῶ τὸν χοιροψάλαν· Σικυώνιοι τοῦτον προσκυνοῦσιν ἐπὶ τῶν γυναικείων τάξαντες τὸν ∆ιόνυσον μορίων, ἔφορον αἴσχους τὸν ὕβρεως σεβάζοντες ἀρχηγόν. Τοιοίδε μὲν αὐτοῖς οἱ θεοί, τοιοίδε <δὲ> καὶ αὐτοί, παίζοντες ἐν θεοῖς, μᾶλλον δὲ ἐμπαίζοντες καὶ ἐνυβρίζοντες 2.39.4 σφίσιν αὐτοῖς. Καὶ πόσῳ βελτίους Αἰγύπτιοι κωμηδὸν καὶ κατὰ πόλεις τὰ ἄλογα τῶν ζῴων ἐκτετιμηκότες ἤπερ Ἕλληνες τοιούτους προσκυνοῦντες θεούς; Τὰ μὲν γὰρ εἰ καὶ θηρία, ἀλλ' οὐ μοιχικά, ἀλλ' οὐ μάχλα, παρὰ φύσιν δὲ θηρεύει ἡδονὴν οὐδὲ ἕν. Οἳ δὲ ὁποῖοι, τί καὶ χρὴ λέγειν ἔτι, 2.39.5 ἀποχρώντως αὐτῶν διεληλεγμένων; Ἀλλ' οὖν γε Αἰγύπτιοι, ὧν νῦν δὴ ἐμνήσθην, κατὰ τὰς θρῃσκείας τὰς σφῶν ἐσκέ δανται· σέβουσι δὲ αὐτῶν Συηνῖται φάγρον τὸν ἰχθύν, μαιώτην δὲ (ἄλλος οὗτος ἰχθύς) οἱ τὴν Ἐλεφαντίνην οἰκοῦν τες, Ὀξυρυγχῖται τὸν φερώνυμον τῆς χώρας αὐτῶν ὁμοίως ἰχθύν, ἔτι γε μὴν Ἡρακλεοπολῖται ἰχνεύμονα, Σαῗται δὲ καὶ Θηβαῖοι πρόβατον, Λυκοπολῖται δὲ λύκον, Κυνοπολῖται 2.39.6 δὲ κύνα, τὸν Ἆπιν Μεμφῖται, Μενδήσιοι τὸν τράγον. Ὑμεῖς δὲ οἱ πάντ' ἀμείνους Αἰγυπτίων (ὀκνῶ δὲ εἰπεῖν χείρους), οἳ τοὺς Αἰγυπτίους ὁσημέραι γελῶντες οὐ παύεσθε, ὁποῖοί τινες καὶ περὶ τὰ ἄλογα ζῷα; Θεσσαλοὶ μὲν ὑμῶν τοὺς πελαργοὺς τετιμήκασι διὰ τὴν συνήθειαν, Θηβαῖοι δὲ τὰς γαλᾶς διὰ τὴν Ἡρακλέους γένεσιν. Τί δὲ πάλιν Θετταλοί; Μύρμηκας ἱστοροῦνται σέβειν, ἐπεὶ τὸν ∆ία μεμαθήκασιν ὁμοιωθέντα μύρμηκι τῇ Κλήτορος θυγατρὶ Εὐρυμεδούσῃ 2.39.7 μιγῆναι καὶ Μυρμιδόνα γεννῆσαι· Πολέμων δὲ τοὺς ἀμφὶ τὴν Τρωάδα κατοικοῦντας ἱστορεῖ τοὺς ἐπιχωρίους μῦς οὓς σμίνθους καλοῦσιν, ὅτι τὰς νευρὰς τῶν πολεμίων διέ τρωγον τῶν τόξων· καὶ Σμίνθιον Ἀπόλλωνα ἀπὸ τῶν μυῶν