1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

14

ἀνώτατον εἶναι λέγει. οὐ νεκροὺς ἐγερθήσεσθαι πιστεύει. τὴν Ἱερου- σαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντος Χριστοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ· οὐ γὰρ ἂν ὑπὸ θεοῦ κρι- θήσεσθαι πεπεισμένος μέχρι αὐτοῦ τοῦ θεοῦ ἀσεβεῖν ἐτόλμα. ὅθεν ἔνιοι μὴ εἰδότες ὅτι προκαλύμματι τῇ θεοσεβείᾳ κεχρημένος ὑποσυλᾷ τὰ τῆς ἀληθείας, καὶ τὴν ὁπώσποτε ὑπὸ αὐτοῦ ἐλπίδα καὶ κρίσιν λεγο- μένην ἔσεσθαι ὡς πιστῷ πιστεύοντες ἀπόλλυνται. τὸ δὲ παρεισελ- θεῖν αὐτὸν εἰς τὸν τῆς θεοσεβείας λόγον γέγονεν οὕτως· Ἰωάννης τις ἐγέ- νετο ἡμεροβαπτιστής, ὃς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ κατὰ τὸν τῆς συζυγίας λόγον ἐγένετο πρόοδος· καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασιν δώδεκα ἀπόστολοι, τῶν τοῦ ἡλίου δώδεκα μηνῶν φέροντες τὸν ἀριθμόν, ὡσαύτως καὶ αὐτῷ ἔξαρχοι ἄνδρες γεγόνασιν τριάκοντα, τὸν μηνιαῖον τῆς σελήνης ἀποπληροῦντες λόγον. ἐν ᾧ ἀριθμῷ μία τις ἦν γυνὴ λεγομένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα ἡ γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τέθεικεν ἀριθμόν, ὥσπερ καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριά κοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων, ὃς καὶ τοῦ μὴ ἄρξαι αὐτὸν μετὰ τὴν τελευτὴν τοῦ Ἰωάννου αἰτίαν ἔσχεν ταύτην· ἀπο- δημοῦντος γὰρ αὐτοῦ εἰς Aἴγυπτον ἐπὶ τὴν τῆς μαγείας ἐπάσκησιν, τοῦ Ἰωάννου ἀναιρεθέντος, ∆οσίθεός τις τῆς ἀρχῆς ὀρεγόμενος, θάνατον αὐτοῦ ψευδῆ καταγγείλας διαδέχεται τὴν αἵρεσιν. ὁ δὲ Σίμων μετ' οὐ πολὺ ἐπελθὼν καὶ τοῦ τόπου ὡς ἰδίου μεγάλως ἀντεχόμενος, τῷ ∆οσιθέῳ συντυχὼν τὸν μὲν τόπον οὐκ ἀπῄτει, εἰδὼς ὅτι ὁ φθάσας τῆς ἀρχῆς παρὰ προαίρεσιν οὐ καθαιρεῖται. διὸ μετὰ προσποιητοῦ φιλίας ἐπ' ὀλίγον μὲν εἰς τὸν δεύτερον τοῦ ∆οσιθέου τόπον δίδωσιν ἑαυτόν. ταγεὶς δὲ μετ' οὐ πολλὰς ἡμέρας τοῖς τριάκοντα συμμαθηταῖς, ὑποδια- βάλλειν ἤρξατο τὸν ∆οσίθεον, ὡς μὴ παραδιδόντα γνησίως τὰ μαθήματα. καὶ τοῦτο ποιεῖν ἔλεγεν αὐτὸν οὐχ ὡς φθονοῦντα, ἀλλ' ὡς ἀγνοοῦντα. καί ποτε ὁ ∆οσίθεος, ὑπαισθόμενος τὴν τοῦ Σίμωνος ἔντεχνον διαβολὴν λύ- ουσαν αὐτοῦ τὴν πρὸς τοὺς πολλοὺς ὑπόνοιαν, τοῦ μὴ αὐτὸν εἶναι νο- μίζειν τὸν ἑστῶτα, θυμῷ ἐπὶ τὴν συνήθη παραγενόμενος διατριβὴν ·άβδῳ παίει εὑρὼν τὸν Σίμωνα· ἡ δὲ ὥσπερ καπνοῦ τοῦ Σίμωνος διελθεῖν ἔδοξε σῶμα. ἐπὶ τούτῳ καταπλαγεὶς ὁ ∆οσίθεος λέγει αὐτῷ· Eἰ σὺ εἶ ὁ ἑστώς, καὶ προσκυνῶ σε. τοῦ Σίμωνος εἰπόντος· Ἐγώ εἰμι, ὁ ∆οσί- θεος ἑαυτὸν γνοὺς οὐκ ὄντα τὸν ἑστῶτα, πεσὼν προσεκύνησεν, καὶ τοῖς εἰκοσιεννέα ἐξάρχοις συνκαταβαλὼν ἑαυτὸν εἰς τὸν ἑαυτοῦ τῆς ὑπονοίας τόπον ἔστησε τὸν Σίμωνα, καὶ οὕτως μετ' οὐ πολλὰς ἡμέρας ὁ ∆οσίθεος, ἐκείνου στάντος, αὐτὸς πεσὼν ἐτελεύτησεν. ὁ δὲ Σίμων τὴν Ἑλένην παραλαβὼν ἐκπεριέρχεται, καὶ μέχρι τοῦ δεῦρο, ὡς ὁρᾷς, ἀναστατεῖ τοὺς ὄχλους. αὐτὴν δὲ τὴν Ἑλένην ἀπὸ τῶν ἀνωτάτων οὐρανῶν κατε- νηνοχέναι λέγει τῷ κόσμῳ, κυρίαν οὖσαν, ὡς παμμήτορα οὐσίαν καὶ σο- φίαν, ἧς ἕνεκεν (φησίν) Ἕλληνές τε καὶ βάρβαροι ἐμαχέσαντο, εἰκόνα φαντασθέντες ἀληθείας· ἡ γὰρ ὄντως οὖσα τότε παρὰ τῷ πρωτίστῳ