ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων καὶ ἐπάνω πάντων ἐστὶν οὐχ ὡς ἐλάττων ἢ ἑτερούσιος, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, ταῖς ἴσαις εὐκλείαις στεφανούμενος καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς. ZU LK 24, 51 Εὐλόγησε γάρ τοι τοὺς μαθητὰς καὶ βραχὺ προελθὼν ἀνεφέρετο εἰς τὸν οὐρανὸν ὁ δεσπότης, ἵνα σύνεδρος ᾖ τῷ πατρὶ καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός. καὶ τοῦτο 107 ἡμῖν αὐτὸς προμεμήνυκεν, οὕτω λέγων πρὸς τὸν πατέρα· ∆όξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. οὐκοῦν ἀναφοίτησις καὶ ὑποστροφὴ γέγονε τῷ υἱῷ τοῦ ἐν δόξῃ γενέσθαι τῇ πρώτῃ καὶ ἐν ἀρχαῖς καὶ ὑπαρχούσῃ πρὸ παντὸς ἡ ἐκ γῆς ἀνάληψις. καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ γεγονὼς ὁ λόγος. ἥξει δὲ κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων καὶ παραλήψεται ἡμᾶς μεθ' ἑαυτοῦ.