Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
∆αβίδ· Ἄνες μοι, ὅτι ἐγὼ πάροικός εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Περὶ δὲ τῶν τὰ ἐπίγεια φρονούντων, ἐν τῷ μηʹ ψαλμῷ λέγει· Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γενῶν αὐτῶν. Ἀνέφυ δὲ ἀπὸ Σὴθ ὁ θεσπέσιος Ἐνὼς, περὶ οὗ γέγραπται· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Τὸ γὰρ ἐν Χριστῷ γένος ἅγιον καὶ ἱερὸν, καὶ ἐν ἐλπίδι δόξης τῆς ὑπὲρ ἄνθρωπον. Εἴπερ ὄντες ἐκ γῆς, κεκλήμεθα πρὸς υἱοθεσίαν τοῦ πάντων ∆εσπότου, καὶ εἰς ἀδελφότητα τοῦ Χριστοῦ, ὃς δι' ἡμᾶς γέγονε καθ' ἡμᾶς, ἵνα καὶ ἡμεῖς δι' αὐτὸν ἐν ἀμείνοσί τε καὶ ὑπὲρ ἄνθρωπον θεοὶ, δηλονότι χάριτι καὶ φιλανθρωπίᾳ, τὴν δόξαν ἀποκερδαίνοντες. Ἐγὼ γὰρ εἶπα, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ἤλπισε τοίνυν Ἐνὼς κληθήσεσθαι παρ' ἑτέρων ἐπ' ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ· τουτέστι, Θεός. Ἐπειδὴ γὰρ ἦν οὐκ ἀθαύμαστος τοῖς τῆς ὁσιότητος ἐμπρέπων αὐχήμασι, Θεὸν ὠνόμαζον αὐτὸν τῶν ἐπιεικεστέρων τάχα πού τινες τῇ ὑπερτάτῃ τιμῇ στεφανοῦν ᾑρημένοι. Ἡκέτω δὴ οὖν ὁ λόγος ἡμῖν ἐπὶ τὸν οἰκεῖον σκοπόν. Ἰουδαῖοι μὲν γὰρ, οἳ καὶ εἰσὶν εἰκόνες τῶν ἀπὸ Κάϊν· ὅτι μέν εἰσι, γινώσκονται παρά γε τοῦ πάντων Θεοῦ· ὅτι δὲ τὴν ἀπογραφὴν ἐν βίβλῳ ζωῆς οὐκ ἔχουσι, σαφὲς ἂν γένοιτο διά γε τοῦ σεσιγῆσθαι τῶν ἀπὸ Κάϊν τὴν ζωήν. Ὅτι γὰρ ἀνάγραπτον τὸ ἐν Χριστῷ γένος, καὶ ἐν μνήμῃ τῇ παρὰ Θεῷ, παραδείξειεν ἂν, οἶμαί που, τὸ ἀναγεγράφθαι σαφῶς, τὴν τῶν δικαίων ζωὴν, φημὶ δὴ τῶν ἀπὸ Σήθ. Καὶ ὁ μὲν Ἐνὼς δεύτερος εὐθὺς ἐκ Κάϊν, πόλιν ἔσχεν ἐπώνυμον. Φρονοῦσι γὰρ μόνα τὰ ἐπὶ γῆς οἱ τάλανες Ἰουδαῖοι, τὴν τῶν πρωτοτόκων οὐκ εἰδότες ἐκκλησίαν, οὔτε μὴν εἰς τὴν ἄνω σπεύδοντες πόλιν. Εὐδοκιμεῖ δὲ λίαν ὁ ἀπὸ Σὴθ, τουτέστι, Ἐνώς. Ὀνομάζεται γὰρ ἤδη καὶ Θεός. Πεπλουτήκαμεν δὲ διὰ πίστεως τὴν ἐπὶ τῷδε δόξαν, οἱ Χριστῷ προσδεδραμηκότες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος, ἀπρὶξ ἡμμένοι. Προσθείην δ' ἂν ἔτι καὶ ἑτέραν, οἷς ἔφην, ἐπιτήρησιν ἀναγκαίαν. Γενεαλογεῖν γὰρ εἴπερ ἕλοιτό τις τούς τε ἀπὸ Κάϊν καὶ Σὴθ, προαναθεὶς ἑκατέρου ῥίζαν ὥσπερ τινὰ τὸν Ἀδὰμ, ἕβδομον μὲν εὑρήσει Λάμεχ διὰ τοῦ Κάϊν ἐρχόμενον· ἕβδομον δὲ αὐτὸν Ἐνὼχ διὰ τοῦ Σὴθ γεγονότα. Ἔχει δὲ οὕτως ἡ ἐπ' ἀμφοῖν τῶν γενητῶν ἀπαρίθμησις· Ἀδὰμ, Κάϊν, Ἐνὼς, Γαϊδὰδ, Μαουΐας, Μαθουσάλα, Λάμεχ. Καὶ πάλιν· Ἀδὰμ, Σὴθ, Ἐνὼς, Καϊὰν, Μαλελεὴλ, Ἰάρεδ, Ἐνώχ. Ἴδωμεν τοίνυν ἐν τίσιν ἑκάτερος.Ὁ μὲν γὰρ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν ἀνεκοινοῦτο, 69.49 λέγων· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπά μοι, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν· ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά· ὁ δὲ δίκαιος Ἐνὼχ πίστει μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, Καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Ἐν ἐσχάτοις γὰρ καιροῖς καθ' οὓς ὁ ἐν Χριστῷ πέφηνε σαββατισμὸς, περιδεὴς μὲν ὁ Ἰσραὴλ, καὶ εἰς τὸν τοῦ κολάζεσθαι φόβον ὁρᾶται πεσὼν, ὡς ἄνδρα ἀπεκτονὼς, καὶ ἐφ' αἵματι λοιπὸν τῷ ἁγίῳ κρινόμενος· πολὺ δὲ μειζόνως ἢ Κάϊν αὐτός. Ὁ μὲν γὰρ εἰς ἕνα τῶν καθ' ἡμᾶς πεπλημμεληκὼς, ἑπτὰ γέγονεν ἐκδικουμένοις ἔνοχος· ὁ δὲ εἰς αὐτὸν δὲ δεδυσσεβηκὼς τὸν Ἐμμανουὴλ, πολὺ δὴ μειζόνως εὐθύνεται. Ἐκδεδίκηται μὲν γὰρ ἐκ Κάϊν ἑπτάκις· ἐκ δὲ τοῦ Ἰσραὴλ ἑβδομηκοντάκις ἑπτά. Ἕψεται γὰρ ἀναλόγως ταῖς δυσσεβείαις ἡ δίκη. Οἱ δὲ ἐν Χριστῷ διὰ πίστεως εὐδοκιμήσαντες κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, οὐκ ἂν εὑρεθεῖεν ἔτι ζητοῦντος τοῦ Σατανᾶ. Μετατεθήσονται γὰρ παρὰ Θεοῦ πρὸς τὴν ἀσυγκρίτως ἀμείνονα καὶ εὐκλεεστέραν ζωὴν παρὰ Θεοῦ ἐκ θανάτου καὶ φθορᾶς εἰς μακραίονα βίον, ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς, εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἁνδανοῦντα Θεῷ, ἐξ ἀτιμίας εἰς δόξαν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.