ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. {Α} Ὀρθῶς ἔφης. Ἤδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπτὴν ποιεῖται τὴν διαφοράν. Ἄνθρωπον δὲ τὸν ἔσω ψυχὴν ὀνομάζει, καὶ μὴν καὶ σάρκα τὸν ἔξω. ∆ιαμέμνηται γὰρ τῶν ἱερῶν Γραμμάτων καὶ ἀπὸ μέρους ἔσθ' ὅτε τὸ σύμπαν ἡμῖν καταδηλούντων ζῶον, ὡς ἔν γε τῷ φάναι Θεόν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, Μωϋσέα γε μὴν προσδιαλεγόμενον τοῖς ἐξ Ἰσραήλ· Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον, καὶ ἐπ' αὐτοῦ δὲ τουτὶ τοῦ Ἐμμανουὴλ γεγονὸς εὑρήσομεν. Μετὰ γάρ τοι τὴν ἕνωσιν, τὴν πρός γέ φημι τὴν σάρκα, κἂν Μονογενῆ καὶ Θεὸν ἐκ Θεοῦ καλέσειέ τις αὐτόν, οὐ δίχα σαρκὸς ἢ γοῦν ἀνθρωπότητος νοοῖτ' ἂν ὑπάρχειν. Κἂν εἴτουν ἄνθρωπον λέγοι, οὐκ ἀποσοβήσει τοῦ εἶναι Θεὸν καὶ Κύριον. {Β} Ἀλλ' εἰ μίαν εἶναι φύσιν Υἱοῦ φαμεν, κἂν εἰ νοοῖτο σεσαρκωμένος, πᾶσά πως ἀνάγκη γενέσθαι φυρμὸν ὁμολογεῖν καὶ σύγκρασιν, ὑποκλεπτομένης ὥσπερ τὴς ἀνθρώπου φύσεως ἐν αὐτῷ. Τί γὰρ ἡ ἀνθρώπου φύσις πρὸς τὴν τῆς θεότητος ὑπεροχήν; 737 {Α} Μάλιστα μέν, ὦ ἑταῖρε, περιττοεπὴς ὁ λέγων φυρμὸν γενέσθαι καὶ σύγκρασιν εἰ δὴ μία πρὸς ἡμῶν ὁμολογοῖτο φύσις Υἱοῦ σεσαρκωμένου τε καὶ ἐνηνθρωπηκότος. Οὐ γὰρ ἂν ἔχοι τις ἐξ ἀναγκαίων τε καὶ ἀληθῶν συλλογισμῶν ποιεῖσθαι τὴν δεῖξιν. Ἀλλ' εἰ μὲν νόμον ἡμῖν τὸ οἰκεῖον ἱστᾶσι θέλημα, διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι. Προσεκτέον γὰρ ἡμῖν οὐκ ἐκεῖνοις μᾶλλον, ἀλλὰ τῇ θεοπνεύστῳ Γραφῇ. Εἰ δὲ δεῖν οἴονται, διὰ τὸ εἶναι μηδὲν τὴν ἀνθρώπου φύσιν ὡς πρός γε τὴν θείαν ὑπεροχήν, ὑποκλέπτεσθαι τε καὶ δαπανᾶσθαι, καθά φασιν αὐτοί, πάλιν ἐροῦμεν· Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Οὐ γὰρ ἦν ἀμήχανον τῷ φιλαγάθῳ Θεῷ οἰστὸν ἑαυτὸν ἀποφῆναι τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τοῦτο ἡμῖν προϋπέφηνεν αἰνιγματωδῶς Μωϋσέα μυσταγωγῶν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ὡς ἐν τύποις ἔτι ζωγραφῶν. Ἐπεφοίτησε μὲν γὰρ ἐν εἴδει πυρὸς τῷ βάτῳ κατὰ τὴν ἔρημον, καὶ ἐνήστραπτε μὲν τῷ θάμνῳ τὸ πῦρ, πλὴν οὐ κατεκαίετο. Τεθαύμακε δὲ τὴν ὅρασιν ὁ Μωϋσῆς. Καίτοι πῶς οὐκ ἀσύμβατον εἴη ἂν τῷ πυρὶ τὸ ξύλον; Οἰστὴ δὲ ὅπως ταῖς τῆς φλογὸς ἐμβολαῖς ἡ εὐκατάπρηστος ὕλη. Ἀλλ' ἦν, ὡς ἔφην, μυστηρίου τὸ χρῆμα τύπος, οἰστὴν ἀποφαίνοντος τοῖς τῆς ἀνθρωπότητος μέτροις τὴν θείαν τοῦ Λόγου φύσιν, αὐτοῦ γε ἐθέλοντος. Ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν. {Β} Ὡς εὖ ἴσθι τοι, μὴ ἂν ἑλέσθαι τὰ ἴσα φρονεῖν αὐτούς. {Α} Ἁλώσεται τοίνυν καὶ ἀναμφιλόγως υἱοὺς ἡμῖν δύο καὶ δύο χριστοὺς ὁ πρὸς αὐτῶν πρεσβεύων λόγος. {Β} ∆ύο μὲν οὐχί. Φασὶ δὲ ὅτι εἷς μέν ἐστιν ὁ κατὰ φύσιν Υἱός, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ δὲ ληφθεὶς ἄνθρωπος φύσει μέν ἐστιν υἱὸς ∆αυείδ, υἱὸς δὲ τοῦ Θεοῦ διὰ τὸ ἀνειλῆφθαι ὑπὸ τοῦ Θεοῦ Λόγου, καὶ διὰ τὸ κατῳκηκέναι ἐν αὐτῷ τὸν Θεὸν Λόγον, εἰς ταύτην ἦλθε τὴν ἀξίαν, καὶ χάριτι τὴν υἱοθεσίαν ἔχει. {Α} Εἶτα ὅποι ποτὲ νοῦ καὶ φρενὸς εἴεν ἂν οἱ τῇδε δοξάζοντες; Ἢ πῶς οὐ δυάδα φασὶν υἱῶν, ἀποδιϊστάντες ἀλλήλων ἄνθρωπον καὶ Θεόν; Εἴπερ ἐστὶ κατ' αὐτοὺς ὁ μὲν φύσει τε καὶ ἀληθῶς Υἱός, ὁ δὲ χάριτι τὴν υἱοθεσίαν ἔχων, καὶ εἰς ταύτην ἦλθε τὴν ἀξίαν ὡς ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, ἆρ' οὖν ἔχει τι τὸ μεῖζον ἢ καθ' ἡμᾶς; Ἐναυλίζεται γὰρ καὶ ἐν ἡμῖν αὐτοῖς, καὶ πρός γε τοῦτο ἡμᾶς 738 ἐμπεδοῖ λέγων ὁ ἱερώτατος Παῦλος· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν. Ἐν ἡμῖν γάρ ἐστι διὰ τοῦ Πνεύματος, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ. Οὐκοῦν, κατ' οὐδένα τρόπον εἴη ἂν τὰ καθ' ἡμᾶς ἐν μείοσιν εἰ τῶν ἴσων ἠξιώμεθα παρὰ