ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι καὶ νοητῶς ἐμφαίνονται μόνοις τοῖς νοεροῖς ὁμοειδεῖς ἔχειν ἐθέλουσαι τὰς κατ' ἀρετὴν ἐν ψυχαῖς ἀπαραφθάρτους εἰκόνας. Τὸ γὰρ τῆς θεοειδοῦς ἀρετῆς ἀπαράγραπτον εὖ μεμιμημένον <τὸ> ἄγαλμα πρὸς ἐκεῖνο τὸ νοητὸν καὶ εὐῶδες ἀφορῶν κάλλος οὕτως ἑαυτὸ τυποῖ καὶ διαπλάττει πρὸς τὸ κάλλιστον μίμημα. Καὶ καθάπερ ἐπὶ τῶν αἰσθητῶν εἰκόνων εἰ πρὸς τὸ ἀρχέτυπον εἶδος ὁ γραφεὺς ἀκλινῶς εἰσορᾷ πρὸς μηδὲν ἄλλο τῶν ὁρατῶν ἀνθελκόμενος ἢ κατά τι μεριζόμενος αὐτὸν ἐκεῖνον ὅστις ἐστὶ τὸν γραφόμενον εἰ θέμις εἰπεῖν διπλασιάσει καὶ δείξει τὸν ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον, οὕτω τοῖς φιλοκάλοις ἐν νῷ γραφεῦσιν ἡ πρὸς τὸ εὐῶδες καὶ κρύφιον κάλλος ἀτενὴς καὶ ἀπαρέγκλιτος θεωρία τὸ ἀπλανὲς δωρήσεται καὶ θεοειδέστατον ἴνδαλμα. Eἰκότως οὖν πρὸς τὴν ὑπερουσίως εὐώδη καὶ νοητὴν εὐπρέπειαν οἱ θεῖοι γραφεῖς τὸ νοερὸν ἑαυτῶν ἀμεταστρέπτως εἰδοποιοῦντες οὐδεμίαν δρῶσι τῶν ἐν αὐτοῖς θεομιμήτων ἀρετῶν «Eἰς τὸ θεαθῆναι» κατὰ τὸ λόγιον «τοῖς ἀνθρώποις», ἀλλ' ἱερῶς ἐποπτεύουσιν ὡς ἐν εἰκόνι τῷ θείῳ μύρῳ τὰ τῆς ἐκκλησίας ἱερώτατα περικεκαλυμμένα. ∆ιὸ καὶ αὐτοὶ τὸ κατ' ἀρετὴν ἱερὸν καὶ θεοειδέστατον εἴσω τοῦ θεομιμήτου καὶ θεογράπτου νοὸς ἱερῶς περικαλύπτοντες πρὸς μόνην ἀποβλέπουσι τὴν ἀρχέτυπον νόησιν. Oὐδὲ γὰρ ἀθέατοι μόνον εἰσὶ τοῖς ἀνομοίοις, ἀλλ' οὐδ' αὐτοὶ πρὸς τὴν ἐκείνων καθέλκονται θέαν. Ὅθεν ἑαυτοῖς ἀκολούθως οὐδὲ τῶν δοκούντων εἰκῆ καλῶν καὶ δικαίων ἀλλὰ τῶν ὄντως ὄντων ἐρῶσιν οὐδὲ πρὸς δόξαν ὁρῶσι τὴν ὑπὸ πλήθους ἀλόγως μακαριζομένην, ἀλλὰ τὸ καλὸν ἢ χεῖρον ἐφ' ἑαυτοῦ θεομιμήτως κρίνοντες ἀγάλματα θεῖα τῆς θεαρχικωτάτης εἰσὶν εὐωδίας, ἥτις ἐφ' ἑαυτῆς τὸ ἀληθῶς εὐῶδες ἔχουσα πρὸς τὸ τοῖς πολλοῖς ἀνομοίως δοκοῦν οὐκ ἐπιστρέφεται ταῖς ἀληθέσιν αὐτῆς εἰκόσιν ἐντυποῦσα τὸ ἀνυπόκριτον. <2> Φέρε δὴ λοιπὸν ἐπειδὴ τὴν ἐκτὸς εὐπρέπειαν ἐθεασάμεθα τῆς ὅλης καλῆς ἱερουργίας, εἰς τὸ θειότερον αὐτῆς ἀποβλέψωμεν κάλλος, αὐτὴν ἐφ' ἑαυτῆς ἀποκαλυψαμένην τὰ παραπετάσματα, θεώμενοι τὴν μακαρίαν ἀποστίλβουσαν ἐμφανῶς αἴγλην καὶ τῆς ἀπερικαλύπτου τοῖς νοεροῖς ἀποπληροῦσαν ἡμᾶς εὐωδίας. Oὐδὲ γὰρ ἡ φαινομένη τοῦ μύρου τελεσιουργία τοῖς περὶ τὸν ἱεράρχην ἐστὶν ἀκοινώνητος ἢ ἀθέατος, ἀλλὰ τοὐναντίον ἄχρις αὐτῶν διήκουσα καὶ ἱστῶσα τὴν ὑπὲρ τοὺς πολλοὺς θεωρίαν ὑπ' αὐτῶν ἱερῶς περικαλύπτεται καὶ τῆς πληθύος ἱεραρχικῶς ἀποδιαστέλλεται. Τοῖς γὰρ ἐνθέοις ἀνδράσιν ἡ τῶν πανιέρων ἀκτὶς ὡς συγγενέσι τοῦ νοητοῦ φωτὸς καθαρῶς καὶ ἀμέσως ἐλλάμπουσα καὶ τὰς νοερὰς αὐτῶν ἀντιλήψεις ἀπερικαλύπτως εὐωδιάζουσα πρὸς τὸ ὑφειμένον οὐκέτι ὁμοίως πρόεισιν, ἀλλ' ὑπ' αὐτῶν ὡς κρυφίων τοῦ νοητοῦ θεωρῶν ἀνεκπομπεύτως εἰς τὸ τοῖς ἀνομοίοις ἄχραντον ὑπὸ πτερωτοῖς αἰνίγμασι συγκαλύπτεται, δι' ὧν ἱερῶν αἰνιγμάτων αἱ τῶν ὑποβεβηκότων εὔκοσμοι τάξεις ἀνάγονται πρὸς τὴν κατ' αὐτὰς ἱερὰν ἀναλογίαν. <3> Ἔστι δὴ οὖν ὅπερ ἔφην ἡ νῦν ὑμνουμένη παρ' ἡμῶν ἱερὰ τελετουργία τῆς τελειωτικῆς τῶν ἱεραρχικῶν τάξεως καὶ δυνάμεως. ∆ιὸ καὶ ταύτην οἱ θεῖοι καθηγεμόνες ἡμῶν ὡς ὁμοταγῆ καὶ ταὐτουργὸν τῷ τῆς συνάξεως ἱερῷ τελεστηρίῳ ταῖς αὐταῖς εἰκόσιν ὡς τὰ πολλὰ καὶ μυστικαῖς διακοσμήσεσι καὶ ἱερολογίαις διετάξαντο. Καὶ τὸν μὲν ἱεράρχην ὡσαύτως ὄψει τὴν ἀπὸ τοῦ θειοτέρου τόπου καλὴν εὐωδίαν εἰς τὰ ἑξῆς ἱερὰ προφέροντα καὶ τῇ πρὸς τὸ ταὐτὸν ἀναλύσει διδάσκοντα τῶν θείων τὴν μετουσίαν ἐν ἅπασι μὲν γίνεσθαι κατ' ἀξίαν τοῖς ἱεροῖς, ἀμείωτον δὲ εἶναι καὶ ἀκίνητον πάντῃ καὶ εἴσω τῆς κατὰ θείαν ἵδρυσιν ἰδιότητος ἀπαραλλάκτως ἑστηκυῖαν. Ἐπίσης δὲ πάλιν αἱ τῶν λογίων ᾠδαὶ καὶ ἀναγνώσεις τοὺς μὲν ἀτελέστους μαιεύονται πρὸς ζωηφόρον υἱοθεσίαν, ἐπιστροφὴν δὲ ἱερὰν ποιοῦνται τῶν ἐναγῶς ἐνεργουμένων, ἀφαιροῦσι δὲ τὴν ἐναντίαν πτοίαν καὶ θέλξιν ἐκ τῶν ἀνάνδρως ἐνεργουμένων τὸ τῆς θεοειδοῦς ἕξεως καὶ δυνάμεως ἀκρότατον ἀναλόγως αὐτοῖς ὑποδεικνῦσαι, καθ' ἣν ἐκδειματώσουσι μᾶλλον αὐτοὶ τὰς ἐναντίας δυνάμεις καὶ τῆς ἑτέρων ἰατρείας προστήσονται τὸ θεομιμήτως ἀκίνητον μὲν ἐκ τῶν οἰκείων καλῶν πρὸς δὲ τὰς