14
δαιμονικῆς ἀπετελεῖτο ὑπουργίας. τὸ γὰρ τῆς ἀναβιωσάσης κόρης, εἴγ' ἔμπνους ὑπῆρχε σπινθῆρα ψυχῆς κατὰ τὸν συγγραφέα καὶ ἰκμάδα ἐπὶ τοῦ προσώπου φέρουσα, περιαιρετέον τῆς θαυματοποιίας, οὐ γὰρ ἄν, ὡς καὶ πρόσθεν ἔφην, σιωπῇ τὸ τηλικοῦτο παρεδόθη ἐπ' αὐτῆς Ῥώμης βασιλέως 400 ἐπιπαρόντος γεγενημένον. μυρία μὲν οὖν καὶ ἄλλα πάρεστιν ἐκ τῶν αὐτῶν ἀναλέξασθαι συγγραμμάτων τό τε ἐν αὐτοῖς εὐέλεγκτον καὶ ἀσύστατον μυθῶδές τε καὶ τερατῶδες ἀπευθύνειν. ὅμως, ἐπεί γε οὐδὲ πολλῆς τὰ κατὰ τὸν ἄνδρα δεῖται σπουδαιολογίας, οὐχ ὅτι γε ἐν θείοις καὶ παραδόξοις καὶ θαυμασίοις, ἀλλ' οὐδ' ἐν φιλοσόφοις παρά τισι τῶν νῦν μνήμης ὑπαρχούσης αὐτοῦ τοῖς εἰρημένοις ἀρκεσθέντες μετίωμεν καὶ ἐπὶ τὸ ἕβδομον περὶ αὐτοῦ σύγγραμμα. Κατηγορεῖται δῆτα γοητείαν ὁ ἀνήρ. εἶτα ∆ημητρίῳ φιλοσόφῳ ἀποτρέποντι αὐτὸν τῆς ἐπὶ τὴν Ῥώμην παρόδου μὴ πειθόμενος ἐπαχθῆ τινα καὶ φορτικὰ περὶ ἑαυτοῦ ὧδέ πως λέγει· «ἐγὼ δὲ γιγνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὧν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ, τὰ δὲ θεοῖς.» καὶ δὴ ὁ ἐν τούτοις πάντ' εἰδέναι μεγαλαυχούμενος προϊὼν ἄγνοιάν τινων πρὸς τοῦ λόγου κατηγορεῖται. εἶτα ∆άμις αὐτῷ μεταπλάττεται διὰ θανάτου φόβον τὸν φιλόσοφον ἐπικρυπτόμενος. ἄκουε δ' οὖν τοῦ συγγραφέως, ἃ περὶ αὐτοῦ φησιν ἀπολογούμενος· «αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν ∆άμιν τὸ τῶν Πυθαγορείων σχῆμα,» οὐ γὰρ κακίᾳ γε αὐτὸ μεθεῖναί φησιν, «οὐδὲ μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ συμφέρον τοῦ καιροῦ.» ἐπὶ τούτοις ὁ Φιλόστρατος τέσσαρας αἰτίας τὰς δὴ εὐχερεῖς αὐτῷ πρὸς ἀπολογίαν νομισθείσας ἐκτίθησιν ἀπὸ πλείστων καὶ ἄλλων αὐτὰς ὁμολογῶν ἀνειλέχθαι, ὧν ἡ μέν τις ἦν, τί δῆτα μαθὼν οὐ τὴν αὐτὴν ἅπασιν ἔχοι στολήν, ἡ δέ, τοῦ χάριν οἱ ἄνθρωποι θεὸν αὐτὸν νενομίκασι, τρίτην, πόθεν προείποι Ἐφεσίοις τὸν λοι 401 μόν, ἐπὶ ταύταις, τίνι βαδίσας εἰς ἀγρὸν ἀνατέμοι τὸν παῖδα τὸν Ἀρκάδα. πρὸς ταύτας δέ φησι καὶ τὴν ἀπολογίαν αὐτὸν γεγραφέναι. πρότερον δ' ἱστορεῖ δεσμοῖς αὐτὸν παραδοθῆναι καί τι θαυμαστὸν ἐνταῦθα κατεργάσασθαι· τῷ γάρ τοι ∆άμιδι μάλα λυπηρῶς, ὡς ἂν ἐπὶ συμφορᾷ τοῦ διδασκάλου, διακειμένῳ αὐτόματον ἐπιδεῖξαι λελυμένον τοῦ δεσμοῦ τὸ σκέλος, εἶτα πάλιν ἀναλαβόντ' αὐτὸν τῆς λύπης ἐνθεῖναι εἰς τὸ πρότερον σχῆμα τὸν πόδα. μετὰ τοῦτο κρινόμενον αὐτὸν ἐπὶ βασιλέως ∆ομετιανοῦ γράφει εἶτα δὴ τῶν ἐγκλημάτων ἀπολυθῆναι καὶ μετὰ τὴν τῶν ἐγκλημάτων λύσιν οὐκ οἶδ' ὅπως ἀκαίρως, μοι δοκεῖν, ἐν τῷ δικαστηρίῳ αὐτὰ δὴ ταῦτα ἀναφωνῆσαι «δός, εἰ βούλει, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον. μᾶλλον δὲ οὐδ' ἂν τὸ σῶμα τοὐμὸν λάβοις· οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι,» καὶ δὴ ἐπὶ τούτῳ τῷ περιβοήτῳ ῥήματι ἀφανισθῆναι τοῦ δικαστηρίου φησὶν αὐτόν, καὶ ἐν τούτοις τὸ περὶ αὐτοῦ καταστρέφει δρᾶμα. Ὁ μὲν οὖν συγγραφεὺς ἐπὶ τοῦ κατὰ τὸ δεσμωτήριον θαύματος κατὰ φαντασίαν, ὡς ἔοικεν, ὑπὸ τοῦ παρέδρου δαίμονος τῷ ∆άμιδι ἑωραμένου ἐπιφέρει λέγων «τότε πρῶτον ὁ ∆άμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντά τι, πῶς γὰρ ἂν ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὐτῷ τὸ σκέλος τὰ τοῦ δεδεμένου πράττειν.» ἐγὼ δὲ οὔποτ' ἂν καταγνοίην βραδυτῆτα τοῦ φοιτητοῦ, εἰ τὸν πάντα βίον συνὼν αὐτῷ καὶ διά τινων περιέργων 402 ὁρῶν αὐτὸν ἀποτελοῦντα τὰ παράδοξα οὐδέν τι διαφέρειν αὐτὸν ἡγεῖτο τῆς θνητῆς φύσεως, ἀλλ' ἔτι καὶ νῦν μετὰ τοσαύτην θαυματουργίαν τὰ κατ' αὐτὸν ἀγνοεῖ, εἰκότως δ' ἀγωνιᾷ καὶ δέδιε ὡς ὑπὲρ ἀνθρώπου, μή τι πάθοι παρὰ προαίρεσιν. εἰ δὲ δὴ πρῶτον ἄρτι μετὰ τὴν τοσαύτην διατριβήν, ὅτι δὴ θεῖος εἴη καὶ κρείττονος ἀνθρώπου φύσεως, συνίησι, τὴν τούτου συνιδεῖν ἄξιον αἰτίαν, ἣν αὐτὸς ὁ συγγραφεὺς δηλοῖ λέγων «μὴ γὰρ θύσαντά τι, μηδὲ ἐπευξάμενον, μηδέ τι τῶν