1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

14

ἢ αὐτὸ τὸ Ἰησοῦς; Τοῦ μὲν γὰρ φαινομένου τότε ἀνδρὸς οὐκ ἦν ἴδιον τὸ Ἰησοῦς ὄνομα· Αὐσὴς γὰρ ἐκαλεῖτο τὸ πρότερον· πρῶτος δὲ αὐτὸν Μωσῆς θεοφορούμενος Ἰησοῦν ἀναγορεύει, πνεύματι δῆλον ὅτι θειοτέρῳ κινούμενος· ὡς ἂν ὁ χρησμὸς ὁ φήσας, τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ, πληρωθείη τοῦ χρηματίζοντος Κυρίου, ὃν πολλάκις ἀπεδείξαμεν εἶναι τὸν προόντα τοῦ Θεοῦ Λόγον, Ἰησοῦς ἦν ὄνομα ὅπερ τῷ Αὐσῆ Μωσῆς ἐπιτέθεικεν, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, σφόδρα ἀπηκριβωμένως τηρήσασα, ὅτι μὴ ἄλλοτε ἢ ἄγγελον αὐτὸν ἀκολούθως τῷ χρησμῷ τὴν γῆν τῆς ἐπαγγελίας πρὸ προσώπου τοῦ λαοῦ προσκεψόμενον ἐξέπεμπεν, τούτῳ κέκληκεν αὐτὸν τῷ ὀνόματι. Οὐκοῦν διὰ τούτων καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ προσηγορίαν Μωσῆς φαίνεται σαφῶς ἐγνωκώς· ὥσπερ δὲ τὸ Ἰησοῦ ὄνομα παρὰ πρώτῳ αὐτῷ εὕρηται κατὰ τοὺς ἐξεταζομένους τόπους, οὕτω καὶ Χριστὸν πρῶτος αὐτὸς ἀναγορεύσας φαίνεται, πρὸ τῶν αὐτοῦ χρόνων ἐξ αἰῶνος μηδένος μηδέπω ποτὲ μήτε Ἰησοῦ μήτε 36 Χριστοῦ παρά τισιν προσαγορευθέντος. Καὶ φαίνεταί γε ἐνθέῳ λογισμῷ τὰς δηλουμένας προσηγορίας τιμήσας· δυσὶ γ' οὖν τοῖς παρὰ πάντα τὸν λαὸν ἐξοχωτάτοις ἀνδράσι καὶ παρὰ Θεῷ διαπρέπουσιν ἑτέροις τε ἰδίοις ὀνόμασι κεχρημένοις τὰς δύο ταύτας ἐπιφημίζει προσηγορίας, τῷ τε ἰδίῳ ἀδελφῷ τῷ Ἀαρὼν, καὶ τῷ τοῦ Ναυὴ υἱῷ, Αὐσηοὺς πρότερον ὀνομαζομένους, παρὰ πάντα τὸν λαὸν Θεοῦ νεύματι ἄρχοντας τοῦ παντὸς ἔθνους προχειρισάμενος ταῖς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρίστου ἐδόξασεν προσηγορίαις· τὸν μὲν Χριστὸν, δι' ἦν ἔφερεν εἰκόνα τοῦ κατ' ἀλήθειαν ἀρχιερέως τῶν ὅλων αὐτοῦ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου, προσειπών· τὸν δὲ ἑαυτοῦ διάδοχον Ἰησοῦν ἀναγορεύσας, δι' ὃν ἔσωζε καὶ αὐτὸς τύπον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ, ὃς παυσαμένης τῆς διὰ Μωσέως παραδοθείσης συμβολικῶς λατρείας, καὶ τοῦτον πῶς τὸν τρόπον Μωσέως τελευτήσαντος, τὴν εἰς τὸ θεῖον εὐσέβειαν διαδεξάμενος, πάσας μὲν τὰς ἀοράτους δυνάμεις ἀνθισταμένας αὐτοῦ τῷ λόγῳ πολέμῳ νικήσας κεχείρωται, τὴν δ' ὑπὸ ταύταις ἅπασαν τυραννουμένην γῆν τὴν ἐν πᾶσι τοῖς ἔθνεσιν ἴδιον κτῆμα ποιησάμενος τῷ ἑαυτοῦ λαῷ διὰ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν κατεκληροδότησεν. ΙΒʹ. Ἡνίκα δ' ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ στάντες ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ 37 τῆς σκηνῆς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἰ λαλήσαι τὶς πρὸς φίλον ἑαυτοῦ· καὶ ἀπηλλάττετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων αὐτοῦ Ἰησοῦς υἱὸς Ναυῆ οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωσῆς πρὸς Κυρίον, Ἰδοὺ, σὺ λέγεις μοι, Ἀνάγαγε τὸνλαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν σὺ ἀποστελεῖς μετ' ἐμοῦ· σὺ δέ μοι εἶπας, Οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ' ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ, ὁ λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει, Αὐτὸς προπορεύσομαι καὶ καταπαύσω σε. Καὶ λέγει πρὸς αὐτὸν, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγὼ καὶ ὁ λαός σου, ἀλλ' ἢ συμπορευομένου σου μεθ' ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε, καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι. Καὶ εἶπεν ὁ Κύριος πρὸς Μωσῆν, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ' ἐμοί. Καὶ εἶπεν, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν, Ἐγὼ παρελεύσομαι πρότερος τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν, Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται. Καὶ εἶπεν Κύριος, Ἰδοὺ, τόπος παρ' ἐμοὶ, καὶ στήσῃ ἐπὶ τῆς πέτρας· καὶ σκεπάσω τῇ χειρί μου ἐπί σε, ἕως ἂν παρέλθω. Καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, καὶ τὰ ἑξῆς,