1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

14

φιλοσόφων ἐπικληθέντων ἡ περὶ τῆς συστάσεως τοῦ παντὸς καὶ τῆς πρώτης κοσμογονίας διάληψις, οὐ δημιουργόν, οὐ ποιητήν τινα τῶν ὅλων ὑποστησαμένων, ἀλλ' οὐδ' ὅλως θεοῦ μνήμην ποιησαμένων, μόνῃ δὲ τῇ ἀλόγῳ φορᾷ καὶ τῇ αὐτομάτῳ κινήσει τὴν αἰτίαν τοῦ παντὸς ἀνατεθειμένων. 1.8.14 τοσαύτη δὲ αὐτῶν καὶ ἡ πρὸς ἀλλήλους ἐναντιότης, ἐν μὲν οὐδενὶ ἀλλήλοις συμπεφωνηκότων, μάχης δὲ καὶ διαφωνίας τὰ πάντα ἀναπεπληρωκότων. ἔνθεν καὶ ὁ θαυμάσιος Σωκράτης τουτουσὶ πάντας μωραίνοντας ἀπήλεγχεν καὶ μαινομένων κατ' οὐδὲν ἔλεγεν διαφέρειν, εἰ δή σοι μάρτυς ἀξιόχρεως Ξενοφῶν ἐν Ἀπομνημονεύμασι λέγων οὕτως· 1.8.15 «Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς ἁπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυεν.» Καὶ ἐπιλέγει ἑξῆς· 1.8.16 «Ἐθαύμαζεν δὲ εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ τὰ αὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ τὰ μὴ φοβερὰ φοβεῖσθαι, τῶν τε περὶ τῆς πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ' ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπόλλυσθαι.» 1.8.17 Ταῦθ' ὁ Σωκράτης, ὡς ὁ Ξενοφῶν μαρτυρεῖ. συνᾴδει δὲ καὶ ὁ Πλάτων τούτοις ἐν τῷ Περὶ ψυχῆς τοιάδε λέγοντα αὐτὸν ἀναγράφων· «Ἐγὼ γάρ, ἔφη, ὦ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἔστι· καὶ πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον, σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρα ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε ἤδη τὰ ζῷα ξυντρέφεται· καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδέν, ὁ δ' ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν κατὰ ταῦτα γίνεσθαι 1.8.18 ἐπιστήμην. καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἶναι ὡς οὐδὲν χρῆμα. τεκμήριον δέ σοι ἐρῶ ἱκανόν· ἐγὼ γὰρ ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην, ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, τότε ὑπ' αὐτῆς τῆς σκέψεως οὕτω σφόδρα ἐτυφλώθην ὥστε ἀπέμαθον καὶ ταῦτα ἃ πρὸ τοῦ ᾤμην εἰδέναι.» 1.8.19 Ταῦτα Σωκράτης αὐτὸς ἐκεῖνος ὁ πᾶσιν ἀοίδιμος Ἕλλησιν. ὅτε τοίνυν καὶ τῷ τηλικούτῳ φιλοσόφῳ τοιάδε ἐδόκει εἶναι τὰ τῆς τῶν δηλωθέντων φυσιολογίας, εἰκότως μοι δοκῶ καὶ ἡμᾶς τὴν τούτων ἁπάντων ἀθεότητα παρῃτῆσθαι, ἐπεὶ καὶ τὰ τῆς πολυθέου πλάνης αὐτῶν οὐκ ἔοικεν εἶναι ἀλλότρια τῶν εἰρημένων. τοῦτο μὲν οὖν ἐπὶ καιροῦ τοῦ προσήκοντος ἐλεγχθήσεται, καθ' ὃν ἀποδείξομεν ὅτι πρῶτος Ἑλλήνων Ἀναξαγόρας νοῦν ἐπιστῆσαι τῇ τοῦ παντὸς αἰτίᾳ μνημονεύεται. νῦν δέ μοι ἐπὶ τὸν ∆ιόδωρον μετάβα καὶ σκόπει οἷα περὶ τῆς πρώτης τῶν ἀνθρώπων θεολογίας ἱστορεῖ· 1.9.1

ηʹ. ΟΤΙ ΟΙ ΠΑΛΑΙΟΙ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΤΟΥΣ ΚΑΤ' ΟΥΡΑΝΟΝ ΦΩΣΤΗΡΑΣ ΜΟΝΟΥΣ ΕΣΕΒΟΝ ΜΗ∆ΕΝ ΠΕΡΙ ΤΟΥ ΤΩΝ ΟΛΩΝ ΘΕΟΥ, ΑΛΛ' ΟΥ∆Ε ΠΕΡΙ

ΞΟΑΝΩΝ Ι∆ΡΥΣΕΩΣ ΟΥ∆Ε ΠΕΡΙ ∆ΑΙΜΟΝΩΝ ΕΠΙΣΤΑΜΕΝΟΙ