μικρὸν, διὰ τῆς ει διφθόγγου γράφεται, πλὴν 196 τοῦ ἀντίος· οἷον, Καδμεῖος· Βακχεῖος· ἀνδρεῖος· οὕτως καὶ ∆αρεῖος. 9∆αρεικόσ9: ∆ιὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ ∆αρεῖος, ∆αρειακὸς, καὶ κατὰ συγκοπὴν ∆αρεικός. 9∆ευρί9: Τὸ ἐπίῤῥημα ι· ὃ γίνεται *** 9∆εκελεικόσ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ∆εκε λείας γέγονεν. 9∆εκελειακόσ9: Καὶ κατὰ συγκοπὴν ∆εκελεικός. 9∆ούρειοσ9: ∆ιὰ τῆς ει διφθόγγου· πρῶτον μὲν ὅτι ἀνεφά νει τὸ ε ἐν τῷ δούρεος· δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ειος, σημαί νοντα μέρος σωματικὸν ἢ μετουσιαστικὸν, διὰ τῆς ει διφθόγγου γράφεται· λέγεται δὲ καὶ δώρειος. 9∆ουράτειοσ9: ∆ιὰ τῆς ει διφθόγγου· ἐκ τοῦ δουράτεος γάρ· καὶ ὣς μετουσιαστικόν. 9∆ευτέρειον9: ∆ίφθογγος· ἀπὸ τοῦ δευτερειάω. 9∆εῖσα9: Ὃ σημαίνει τὴν ὑγρασίαν· διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δεύσω μέλλοντος γέγονεν δεῦσα, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι δεῖσα· καὶ τὸ παράδεισος διὰ τῆς ει διφθόγγου· παρὰ τὴν δεῖσαν γάρ ἐστιν. 9∆ηϊάνειρα9: ∆ιὰ τῆς ει διφθόγγου τὸ νει· πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, σώτειρα· ὀλέτειρα· γενέτειρα· εὐπάτειρα· ἔθειρα· δότειρα· οὕτως οὖν καὶ ∆ηϊάνειρα· καὶ καθάπερ δὲ τὰ ειρα θηλυκὰ οὐδέ ποτε ἔχουσιν ἐν τῇ παραληγούσῃ τὸ ι μόνον, ἀλλ' ἢ μετὰ τὸ ω ἔχουσιν αὐτό· οἷον, πρῷρα· ἢ μετὰ τῷ α· οἷον, σφαῖρα· ἢ μετὰ τοῦ ο· οἷον, μοῖρα· ἢ μετὰ τοῦ ε· οἷον, στεῖρα· ὀλέτειρα· δό τειρα· πεῖρα· σπεῖρα· σημαίνει δὲ τὴν εἰλινήν· οὕτως οὖν καὶ ∆ηϊάνειρα. 9∆ώδεκα9: ∆ιὰ τοῦ ω μεγάλου· οἱονεὶ δυόδεκα, τοῦ υ καὶ ο εἰς ω μέγα κραθέντος. 9∆ωρί9: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι· ἐκ τοῦ δεῦρο τροπῇ τοῦ ο εἰς ι. 9∆ιομήδεια9: Ει δίφθογγος· ἀνάγκῃ τῷ κτητικῷ λόγῳ. 197 9∆ολομήτισ9: Τὸ τις ι· παρὰ γὰρ τὸ δολῶ δολοῖς γέγονεν· καὶ ἰστέον ὅτι τὰ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περι σπωμένων διὰ τοῦ ι θέλουσι γράφεσθαι· οἷον, διετία· τριετία· ἑξαετία· ἑπταετία. 9∆εῖπνον9: Τὸ λεγόμενον ἄκρατον λέγεται· τὸ δὲ ἑσπερι νὸν δόρπος. 9∆υσώδησ9: ∆ιὰ τοῦ ω μεγάλου γράφεται· καὶ πάντα τὰ διὰ τοῦ ὠδης· οἷον, εὐώδης· πετρώδης· δυσώδης· καὶ τὰ ὅμοια. 9∆ορύλλειον9: ∆ίφθογγος ει· καὶ Κοτιάειον· Γορδίον δὲ καὶ ∆οκίμιον πόλεις Φρυγίας τὸ ι παραλήγονται. 9∆ηλαδή9: Τὰ δύο διὰ τοῦ η. 9∆ορυφόροσ9: Παρὰ τὸ δόρυ ἡ παράδοσις. 9∆ωροφοροσ9: Παρὰ τὸ δῶρον ἡ παράδοσις. 9∆εεῖρα.9 9∆ηλητήριον9: Παρὰ τὸ δηλῶ τὸ βλάπτω, δηλητὴς καὶ δηλητήριον. 9∆ειλινόν9. 9∆είλησ9. 9∆ίμωρον9. 9∆ομίτιοσ9: ὄνομα κύριον. 9∆ή9: Ὁ παραπληρωματικὸς σύνδεσμος η· καὶ τὸ 9∆εῖ9 τὸ σημαῖνον τὸ πρέπει ει δίφθογγος, δέει δεῖ. 9∆ιώρια9
9Ἑρμίσ9: ι· σημαίνει δὲ τοῦ κραββάτου τὸν πόδα· ἐπειδὴ τὰ ἐνύπνια ὁ Ἑρμὶν
ἐκεῖ ἔγραψεν· ἢ παρὰ τὸ ἐνείρεσθαι καὶ ἐμπλέκεσθαι ἐν τῇ κλίνῃ· καὶ πάλιν διὰ τὸ δικατάληκτον διὰ τοῦ ι γράφεται· οἷον, ἀκτὶς, ἀκτίν· οὕτως καὶ ἑρμὶς, ἑρμίν. 9Ἐλευσίσ9: Ἔστιν δὲ ὄνομα πόλεως· διὰ τοῦ ι γράφεται ὡς δικατάληκτον. 9Ἐρυθῖνοσ9: Ὄνομα πόλεως διὰ τοῦ ι τὸ θι· τὰ γὰρ διὰ τοῦ ινος πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, διὰ τοῦ ι γράφεται, καὶ πάντα προπερισπῶνται· οἷον, Σαβῖνος· Μαρτῖνος· οὕτως οὖν καὶ Ἐρυθῖνος. 198 9Ἐρασῖνοσ9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι· τῷ λόγῳ τοῦ Ἐρυθῖνος· γέγονεν δὲ παρὰ τὸν ἐράσω μέλλοντα. 9Ἐχῖνοσ9: ∆ιὰ τοῦ ι· τῷ λόγῳ τῶν διὰ τοῦ ινος προπερι σπωμένων, τὸ δὲ ἐχῖνος πολλὰ σημαίνει· σημαίνει γὰρ τὸν θα λάτιον ἐχῖνον, καὶ τὸν χερσαῖον, τὸν λεγόμενον ἀκανθόχοιρον, καὶ εἶδος χύτρας καὶ λέβητος, καὶ πόλιν, καὶ μέρος. 9Ἐχινάσ9: ∆ιὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ ἐχῖνος· ἔστιν δὲ πόλις. 9Ἐρινύσ9: Τὸ ρι διὰ τοῦ ι· ἢ παρὰ τὸ τὰς ἀρὰς ἀνύειν γέγονεν ἀρανὺς, καὶ κατὰ τροπὴν τοῦ α εἰς ι Ἐρινύς· ἢ παρὰ τὴν ἔραν γέγονεν ἐρανὺς, καὶ Ἐρινὺς, οἱονεὶ ἡ ἐκ τῆς γῆς ἀνερ χομένη· ἢ παρὰ τὸ ἐρὶ τὸ ἐπιτατικὸν καὶ τὸ ἀνύειν γέγονεν Ἐρινὺς, οἱονεὶ ἡ μεγάλως ἀνύουσα· ἢ παρὰ τὸ ἐλινύειν, τὸ σημαῖνον τὸ ἡσυχάζειν, γέγονεν ἐλινὺς, καὶ Ἐρινὺς, οἱονεὶ ἡ ἡσυχάζουσα κατὰ ἀντίφρασιν, τοῦτ' ἔστιν ἡ μὴ ἡσυχάζουσα. 9Ἐξοκεῖλα9