ἀντὶ τοῦ αὐτοῦ. Εἵπετο, ἀπὸ κλί-σεως, ἀντὶ τοῦ ἠκολούθει. Εἷσεν, ἀντὶ τοῦ ἐκάθισε, καὶ ἔκτισεν. εἱστήκει. Εἵατο, ἀντὶ τοῦ ἐκάθηντο. καὶ Εἵαται, ἀντὶ τοῦ κάθηνται, ποιητικῶς. καὶ εἵως, ἀντὶ τοῦ ἕως. ταῦτα δὲ πάντα ἀπὸ πλεονασμοῦ ἔχουσι τὸ Ι ἐκτὸς τοῦ εἷς. σημείωσαι δὲ, ὅτι τὸ εἱρμὸς καὶ εἱρκτὴ, κᾂν τὸ μὲν, ἀπὸ τοῦ Εἴρω, τὸ συμπλέκω, τὸ δὲ ἀπὸ τοῦ Εἴργω, τὸ κωλύω, γίνονται, δασύνονται. ἐῤῥέθη γὰρ, ὡς αἱ παραγωγαὶ πολλάκις ἀμείβουσι τὰ πνεύματα. οἷον ἅμα, ἄμυδις. ἰδίω, ἱδρώς. ὁδὸς, ὀδυσσεύς. οὕτως οὖν καὶ εἴρω, εἱρμός. καὶ εἴργω, εἱρκτή. Ἡ ˉεˉυ δίφθογγος ψιλοῦται. εὐχή. Εὐλὴ, ἡ βδέλλα. εὐδία. εὐθύς. εὐθεῖα. εὐτυχής. πλὴν τοῦ Εὕδω, τὸ καθεύ́δω. Εὕω, τὸ φωτίζω, καὶ φλογίζω. εὕρω, καὶ τῶν ἐξ αὐτοῦ, εὑρίσκω, εὕρεσις, εὕρεμα, εὑρεσιλόγος. Εὗ, ἀντὶ τοῦ ἑαυτοῦ, ἀπὸ τοῦ ἕο κατὰ κρᾶσιν ∆ωρικῶς τοῦ εο εἰς τὴν ευ δίφθογγον. ὡς τὸ ἐμέο, ἐμεῦ. καὶ σέο, σεῦ. καὶ Ὅμηρος, Τῶν δ' ἄλλων οὔτις εὗ ἀκήδεσεν. Ἡ ˉοˉι δίφθογγος ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται. οἶκος. οἶστρος. Οἰδῶ, τὸ ἐξογκῶ. Οἶδμα, τὸ κῦμα. οἴδημα. Οἴγω, τὸ ἀνοίγω. Οἰνεὺς, κύριον. οἶνος. Οἶος, ὁ μόνος. Οἴμη, ἡ ᾠδή. ὅθεν καὶ οἰμώζω. καὶ τὰ λοιπά. πλὴν τοῦ Οἷμος, ἡ ὁδός. Οἱμῶ, τὸ ὁρμῶ. Οἷος, ὁ ὁποῖος, καὶ Οἷος, ὁ δυνατός. εἴρηται ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι διὰ τὸ οἷ, ἀντὶ τοῦ αὐτῷ, ἀντωνυμίαν. καὶ οἷ, ἀντὶ ὅπου. καὶ οἱ, ἄρθρον προτακτικὸν πληθυντικοῦ ἀριθμοῦ δασυνόμενον μόνον. βαρυνόμενον δὲ καὶ δασυνό-μενον ὑποτακτικὸν γίνεται. Οἶς δὲ, τὸ πρόβατον, ψιλοῦται, ὡς ἀπὸ τοῦ ὄϊς γινόμενον κατὰ συναίρεσιν. τὸ οἱμώζω δασυνόμενον εὗρον ἐν Σχεδευτοῦ † Μουζάλωνος, γράφον-τος οὕτως. Εὖ θ' οἱμωζόντων ὀδυνηρόν. τὸ Οἵμη, ἡ ᾠδὴ, τινὲς δασύνουσιν, ἀπὸ τοῦ ἐν Οἵμοις, ὅ ἐστιν, ἐν ὁδοῖς, ψάλλεσθαι. καὶ ὁ πτωχοΠρόδρομος· Τέρπου θ' οἱμῶν τῶν καλῶν. τὸ δὲ οἰμώζω ψιλοῦσιν ἐκ τοῦ οἴμοι. 215 Ἡ ˉοˉυ δίφθογγος ψιλοῦται. οἷον Οὐδὸς, ἡ φλιά. Οὖθαρ, ὁ μαστός. οὐλή. οὐλόθριξ. Οὖρος, ὁ ἐπιτήδειος καὶ φορὸς ἄνεμος. καὶ Ὅμηρος, Τοῖσι δι' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων. καὶ Οὐρῆες, αἱ ἡμίονοι. καὶ τὰ λοιπά. πλὴν τοῦ οὗτος, οὕνεκα, οὗ, ἀντὶ τοῦ ὅπου. καὶ οὗ, ἀντὶ τοῦ οὗτινος. καὶ οὓς, ἀντὶ τοῦ οὕστινας, ἐπὶ αἰτιατικῆς τῶν πληθυντικῶν. Οὖς δὲ, τὸ ὠτίον. καὶ οὐ, τὸ ἀρνητικὸν μόριον, ψιλοῦται.
ΠΕΡΙ ΤΟΥ ΡΩ.
1 Τὸ ῥῶ πάσης λέξεως ἄρχον δασύνεται. οἷον ῥώμη. ῥωμύλος. ῥίπτω. ῥίζα.
ῥέω. καὶ τὰ λοιπά. πλὴν τοῦ ᾿Ρά-ριον, πεδίον. καὶ ᾿Ράρος, τὸ ἀμβλωθρίδιον βρέφος. Τὸ ῥῶ ἐὰν δισσὸν γένηται ἐν μέσῃ λέξει, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται, οἷον ἐπίῤῥημα. ἄῤῥωστος. συῤῥάπτω. καὶ τὰ λοιπά. ψιλοῦται δὲ τὸ μὲν πρῶτον, διότι οὐδέποτε συλλαβὴ Ἑλληνικῆς λέξεως εἰς δασὺ λήγει, τὸ δὲ δεύτερον δασύνεται, διότι φίλαρχός ἐστιν ἡ δασεῖς.
ΠΕΡΙ ΤΗΣ ΚΟΡΩΝΙ∆ΟΣ.
1 Ἰστέον ὅτι ἡ κορωνὶς, ὅτι οὐκ ἐν πάσαις τίθεται ταῖς κράσεσιν, ἀλλ' ὅτε ἐν ἁρμογῇ δύο λέξεων γένηται ἡ κρᾶσις. οἷον τὸ ἔργον, τοὖργον, τὸ ἔλαιον, τοὔλαιον, τὸ ἔπος, τοὖπος, καὶ ἐγὼ, κᾀγώ. τὰ ἄλλα, τἄλλα. καὶ τὰ ὅμοια. ὅτε δὲ μὴ ἐν ἁρμογῇ λέξεων δύο γίνηται ἡ κρᾶσις, οὐ τίθεται ἡ κορωνίς. οἷον νόος, νοῦς. πλόος, πλοῦς.