ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
καλλίστην. Ἐτάφη δὲ μέχρι τινὸς εἰς μίαν τῶν ἐκκλησιῶν τῆς Γλαρέντζας· καὶ μετὰ ταῦτα ἀπῆγαν αὐτὴν εἰς τὴν ἐν τῷ Μυζηθρᾷ τοῦ Ζωοδότου μονήν. 20.10 Καὶ τῷ Ἰαννουαρίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους εὐλογήθη καὶ ὁ αὐθεν τόπουλος κὺρ Θωμᾶς εἰς τὸν Μυζηθρᾶν κυρὰν Αἰκατερῖναν, τὴν θυγατέρα τοῦ ῥηθέντος πρίγκιπος.
21.1 Τῇ δὲ κ-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους ἡμέρᾳ καὶ ὥρᾳ, ὁποῦ με ἐπίασαν οἱ Πατρηνοί, ἀπερχομένου μου εἰς τὸ δεσποτᾶτον ὡς ἀποκρι σιαρίου, ζητήσει αὐτῶν ἕνεκα εἰρήνης τοῦ ἀνεψιοῦ δεσπότου τοῦ Καρού λου καὶ γυναικαδελφοῦ τοῦ αὐθεντός μου καὶ τῶν φυσικῶν υἱῶν αὐτοῦ δὴ τοῦ Καρούλου· Ἕρκουλα καὶ Μενώνου, ἐποίησαν γὰρ ἐνόρκους συμφωνίας, ὅτι εἴτι ἄρα διακρίνῃ ὁ ζητήσει ἡμῶν σταλεὶς ἄρχων τοῦ δεσπότου κυροῦ Κωνσταντίνου εἰς τὰ μέσα ἡμῶν διαφερόμενα, στέρξομεν καὶ ἀμφότερα τὰ μέρη, κατὰ τὰ πλησίον νησύδρια τῆς Ἁγίας Μαύρας ἀπήρασί με οἱ Καταλάνοι μετὰ πολλῶν καὶ ἀνθρώπων καὶ σκευῶν πο λυτίμων ὄντα με. Καὶ κρατήσαντες μέχρι τινὸς καὶ ἀπαγαγόντες μέχρι καὶ τῆς Κεφαλλωνίας, ὡς δῆθεν περάσοντες εἰς τὰ περὶ τὴν Νεάπολιν, τέλος ἐγυρίσαμεν εἰς τὴν Γλαρέντζαν καὶ ἐπούλησαν καὶ ἐμὲ καὶ τοὺς σὺν ἐμοί. 21.2 Ἐν ᾧ δὴ Μαρτίῳ μηνὶ καὶ ὁ ἀμηρᾶς Μουράτμπεϊς τὴν Θεσσα λονίκην ἀπῆρεν ἀπὸ τοὺς Βενετίκους πολέμῳ. 21.3 Ὁ δὲ δεσπότης καὶ αὐθέντης μου κὺρ Κωνσταντῖνος, τὸν Μάϊον τοῦ αὐτοῦ ἔτους, τὸν κουλᾶν τῆς Πάτρας ἀπῆρεν ἀπὸ λιμοῦ καὶ τῆς ἄλ λης κακοπαθείας τῶν εὑρισκομένων ἐντὸς αὐτοῦ. 21.4 Καὶ τῇ ιζ-ῃ Ἰουλίου τοῦ αὐτοῦ ἔτους ἀπῆραν οἱ Καταλάνοι τὴν Γλαρέντζαν, ἣν καὶ κρατήσαντες μέχρι τινὸς πάλιν ἐπούλησαν αὐτήν. 21.5 Καὶ τῷ Αὐγούστῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντες οἱ ἀπὸ τοῦ βασιλέως κυροῦ Ἰωάννου πρὸς τὸν πάπαν Μαρτῖνον πρέσβεις ὅ τε Μάρκος ὁ Ἴαγρος καὶ μέγας στρατοπεδάρχης, καὶ ὁ μέγας πρωτοσύγ-γελος καὶ ἡγούμενος τῆς σεβασμίας βασιλικῆς μονῆς τοῦ Παντοκρά τορος ἱερομόναχος καὶ πνευματικὸς Μακάριος ὁ Μακρὺς ὀνομαζόμενος, ἀνὴρ ἄριστος κατά τε λόγον καὶ ἀρετὴν καὶ σύνεσιν, ἐποίησαν ὁρισμῷ τοῦ βασιλέως δεσπότην τὸν αὐθεντόπουλον κὺρ Θωμᾶν. 21.6 Καὶ τῷ λθ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐεργετήθην ἐγὼ τὸ κεφαλά τικον τῆς Πάτρας. 21.7 Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Ὀκτωβρίῳ ἀπῆρεν ὁ μπεϊλαρμπεῒς τῶν Τουρκῶν ὁ Σινάνης τὰ Ἰωάννινα καὶ τὴν αὐτῶν περιοχήν. 21.8 Καὶ τῇ κ-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους, ἐν ἡμέρᾳ καὶ ὥρᾳ τῇ αὐτῇ, ἐν ᾗ καὶ τὰ προγεγονότα μοι συνέβησαν, ἐδεξάμην καὶ τὸ ἀπευ κταῖον ἐμοὶ μήνυμα δι' ὁρισμοῦ τοῦ αὐθεντός μου ἀπὸ τὴν Βοστίτζαν, ὅτι τῇ τοῦ παρελθόντος Ἰαννουαρίου ζ-ῃ τέθνηκε λοιμώδει νόσῳ ὁ ἄρισ τος κἀμοῦ φίλος ὁ Μακάριος καὶ ὢν καὶ καλούμενος ὁ Μακρύς, ὁ παρ' ὀφθαλμῷ μὲν πατριαρχικῷ ὑπερηφάνῳ καὶ ἀπλήστῳ ἀγαρικῇ καρδίᾳ αἱρε τικός, παρὰ δὲ ὀφθαλμῷ παντοκρατορικῷ ἀκοιμήτῳ καὶ ἀληθείᾳ δικα ζούσῃ ὀρθόδοξος. Ὃς καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανῆλθεν ἀπὸ τοῦ Ἁγίου Ὄρους καὶ τὴν μονὴν τοῦ Παντοκράτορος ἔλαβε παρακινήσει καὶ συνεργείᾳ ἰδικῇ μου· ὡς οἱ πάντες ἠπίσταντο. καὶ συνάρσει μὲν πρῶ τον τοῦ παντοκράτορος θεοῦ, ἔπειτα δὲ σπουδῇ καὶ ἐπιμελείᾳ ἐμοῦ τε κἀκείνου, πᾶν εἴ τι καλὸν καὶ πρὸς σύστασιν καὶ εὐκοσμίαν εἰς αὐτὴν μονὴν προεχώρησε. 21.9 Καὶ τῷ τέλει τοῦ ἔαρος αὐτοῦ δὴ τοῦ ἔτους ἦλθεν ὁ Τουραχά νης καὶ κατεχάλασε καὶ ἔτι τὸ Ἑξαμίλιον. Καὶ θανατικὸν ὅτι πολὺ εἰς τὴν Πάτραν ἐγένετο. 21.10 Καὶ τῇ λα-ῃ Ἰαννουαρίου τοῦ μ-οῦ ἔτους ὁρισθεὶς ἀπῆλθον ἀ ποκρισιάριος εἴς τε τὸν βασιλέα, ἀφ' οὗ καὶ τὸ τοῦ πρωτοβεστιαρίτου τότε ὀφφίκιον εὐεργετήθην, καὶ εἰς τὸν ἀμηρᾶν. 21.11 Ἐν ᾧ ἔτει κατὰ τὸν Μάρτιον μῆνα καὶ ἡ ἐναλλαγὴ τῶν τόπων ἀμφοτέρων τῶν ἀδελφῶν καὶ δεσποτῶν κυροῦ Κωνσταντίνου καὶ κυροῦ Θωμᾶ ἐγένετο· καὶ ὁ μὲν ἀπῆρε τὰ Καλάβρυτα καὶ πάντα τὰ ἐκεῖσε τοῦ Κυροῦ Θωμᾶ, ὁ δὲ πάλιν τὴν Γλαρέντζαν καὶ τὰ περὶ τὴν Ἀνδροῦσαν πάντα. 21.12 Καὶ τῷ μα-ῳ ἔτει τέθνηκεν ἡ τοῦ Μαλατέστα μὲν θυγάτηρ, γυνὴ δὲ τοῦ δεσπότου κυροῦ Θεοδώρου τοῦ πορφυρογεννήτου, κυρὰ Κλεώπη· καὶ ἐτάφη ἐν τῇ τοῦ