14
αὐτοὺς ἀπαθεῖς διατηρήσωμεν κακῶν, εἰς τοῦτο γὰρ καὶ συνεληλύθειμεν, ὅπως τῷ μὲν τῶν βασιλέων ἀδικουμένῳ, θεοῦ συναιρομένου, καὶ τὴν ζωὴν διατηρήσωμεν καὶ τὴν τιμὴν, τῷ δὲ, μηδεμιᾶς ἀκολουθούσης ἀνάγκης, μηδ' εἰς τὴν τιμὴν παρενοχλῆσαι, μήτοιγε τὴν ζωήν.» Τούτων οὕτως ἀλλήλοις ἐναντία βουλευομένων, ὁ μὲν βασιλεὺς καθῆστο σιγῇ, τῶν λεγομένων ἐπακροώμενος, ὁ Συργιάννης δὲ τὸν λόγον ἀναλα 1.44 βὼν, ἐκ τῶν ἐναντίων ἀντιλέγων πρὸς τὸν μέγαν δομέστικον ἔφη· «τῆς ἀνθρωπίνης φύσεως τὸ ἐνδεὲς ἐχούσης καὶ τῆς τελείας τῶν ὄντων γνώσεως ἀπολειπομένης, οὐδένα δεῖν οἶμαι τοῖς ἀπ' ἀρχῆς δεδογμένοις ἐμμένειν, ἂν μετὰ ταῦτα βελτίω τἀναντία φαίνηται· ἢ εἰ τοῦτο κρατήσῃ, οὐκ ἂν φθάνοι πάντ' ἄνω καὶ κάτω γενόμενα. ἂν γὰρ μήτ' ἔμπορος, μήθ' ὁ γεωργὸς, μήθ' ὁ κυβερνήτης πρὸς τὰ δοκοῦντα λυσιτελῆ μεθαρμόζηται, ἀλλ' ἀναγκαίως ἐμμένῃ τοῖς ἀπ' ἀρχῆς δεδογμένοις, ταχέως ὁ μὲν κυβερνήτης ἑαυτῷ συγκαταδύσῃ τὴν ναῦν ἐναντίων κινηθέντων πνευμάτων· ὁ δ' ἔμπορος ἐπανήξει κενὸς χρημάτων, ὁ γεωργὸς δὲ πρὸς τῇ τῶν πόνων ἀποστερήσει καὶ βαθὺν ὀφλήσει γέλωτα. προσθήσομεν δέ τι καὶ τῶν οἰκείων παραδειγμάτων. οὐκ ἂν οὐδὲ στρατηγὸς τοῖς ἀπ' ἀρχῆς ἐμμένων βεβουλευμένοις τρόπαιον ἀπὸ τῶν πολεμίων ἀναστήσει, ἀλλ' αἰσχρῶς καὶ ἀγεννῶς ἡττηθεὶς, συγκινδυνεύσει τοῖς στρατιώταις· ἂν γὰρ συμβῇ τυχὸν τὴν μὲν ἑαυτοῦ στρατιὰν πολλαπλασίονα τῶν πολεμίων καὶ πρὸς τὰ πολεμικὰ μᾶλλον ἠσκημένην ἡγεῖσθαι καὶ διὰ τοῦτο δεῖν βουλεύσηται μάχην συνάπτειν, εἶτ' ἐπὶ τῶν πραγμάτων ἐλθὼν, τὴν τῶν ἐναντίων ἴδῃ καὶ τῷ πλήθει καὶ τῇ ἀσκήσει καὶ τοῖς ὅπλοις ὑπερέχουσαν πολλῷ τῷ μέτρῳ· διὰ δὲ τὸ μὴ λῦσαι τὰ δεδογμένα, ἀλογίστως συμπλέκηται καὶ παραβόλως, οὐκ ἂν ἐγγὺς τοῦ μαίνεσθαι φαίημεν τὸν στρατηγὸν ἐκεῖνον; παντί που δῆλον. διό μοι καὶ σὲ νῦν ἔπεισι θαυμάζειν, οὕτως ἀποφηνάμενον ὡς χρὴ τοῖς ἐξ ἀρχῆς δεδογμένοις ἐμμένειν, ἐκ πρώτης ἡλικίας ἐς τόδε χρόνου στρατείαις καὶ τοῖς ἐκ στρατείας 1.45 ἐνδιατρίψαντα πόνοις, τοῦτο δὲ ἠγνοηκότα, ὡς μία καιροῦ ῥοπὴ πολλῶν ποιήσει πραγμάτων μεταβολάς.» Ἐπὶ τούτοις ὁ μέγας δομέστικος εἶπε τοιάδε· «οὐδένα νομίζω τῶν καὶ ὁπωσοῦν μετειληχότων φρενῶν, οὕτως ἑαυτὸν οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο πεπεικέναι βεβαίως ἐμμένειν, ὥστε μὴ μεταβάλλειν, ἑτέρων ἐν ὑστέρῳ φαινομένων βελτιόνων. καὶ σὲ δὲ αὐτὸν, οὐκ ἂν εὐπορήσειν ἐπ' ἐμοὶ λοιδορίας ὑπερβολῆς, ἢ οὕτω περὶ τῶν πραγμάτων λέγειν ἔχειν, ἐν διαφορᾷ καταστάντα. ἐγὼ δὲ τοσούτου δέω ὁποῖον εἶναί φατε, ὥστε κἀν τοῖς δημοσίοις, κἀν τοῖς ἰδίοις, ψῆφον ὡς καλῶς ἔχουσαν καὶ τοῦ λυσιτελοῦντος τὸ δοκεῖν ἐς τὰ μάλιστα ἐφικνουμένην περί τινος πολλάκις ἐξενεγκὼν, ἤδη δὲ καὶ πρὸς τὸ πράττειν χωρῶν, ἔπειτ' ἢ ἑτέρῳ τὸ ἧσσον ἔχειν ἐπὶ τῷ φρονεῖν δοκοῦντι, ἢ αὐτὸς ἐμαυτῷ τὴν ἐναντίαν πεισθεὶς εἱλόμην. ἐφ' οἷς δὲ νυνὶ σκοποῦμεν, μάλιστα μὲν ὧν ὑμεῖς βουλεύεσθε, ἀποσχέσθαι, ὧν δ' ἐμοὶ δοκεῖ, δεῖν ἔχεσθαι νομίζω πολλῶν ἕνεκεν αἰτιῶν. πρῶτον μὲν γὰρ τὸ χεῖρα κινῆσαι κατὰ βασιλέως καὶ τῷ θεῷ κεχρισμένου, καὶ σωτηρίαν ἀποστερῆσαι ψυχῆς, οὐ μόνον πάσης ἐν ἀνθρώποις ἀπεστέρηται συγγνώμης, ἀλλὰ καὶ παρὰ θεῷ τὰς ἐσχάτας τῶν τοιούτων ἔργων πεπείσμεθα κεῖσθαι τὰς ἀντιδόσεις. ἔπειτα δὲ, οὐδὲ τοῦτο ἐξ ἀρχῆς ὑπεθέμεθα, ὥστε τὸν μὲν ἀνελεῖν, τὸν δ' ἐγκαθιδρύσαι τοῖς θρόνοις τῶν βασιλέων· ἀλλὰ πολύν τινα τὸν δικαίου ποιούμενοι λόγον, ἀμύνειν 1.46 τῷ νέῳ προὐθυμήθημεν βασιλεῖ, ἀδικουμένῳ τε περὶ τὴν ἀρχὴν καὶ δεδοικότι περὶ τὸ ζῆν. ἄτοπον οὖν, τῷ μὲν σὺν τῷ δικαίῳ τὴν ἀρχὴν κατακτᾶσθαι, τὸν δ' ἀδίκως ἀφαιρεῖσθαι καὶ τὴν ζωήν· καὶ ἃ περὶ τὸν ἕνα πραττόντων ἑτέρων, τῶν ἀτοπωτάτων ἐδόκει, τούτων χαλεπώτερα περὶ τὸν ἕτερον ἐξειργασμένους αὐτοὺς ὀφθῆναι, καὶ ὥσπερ ἐν ζυγοῖς τῶν πραγμάτων ἐφ' ἑτέρῳ μέρει βαρυνομένων, ἐπὶ τὴν ἴσην ἀμετρίαν πρὸς τοὐναντίον αὐτοὺς καταπιέσαι, δέον ἐπὶ τὸ ἴσον ἀναγαγεῖν. οὐ μὴν οὐδὲ τὸ δήσαντας φρουρεῖν, τοῦ ἅπαξ ἡμερώτερον ἀποκτεῖναι. τοῖς γὰρ ἐν ἔθει τοῦ